οὐδεὶϲ εἰϲέρχεται διὰ τὸ βάθοϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· εὐθὺϲ γὰρ ἐπὶ 3 λίμνην μεγάλην ἥξειϲ πάνυ ἄβυϲϲον. καὶ οὐδετέρωϲ φηϲὶν ὁ αὐτόϲ ἕωϲ ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυϲϲον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύϲουϲιν. 4 ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυϲϲον καλεῖ τὴν ὑγρὰν οὐϲίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδαϲι
περιέχεται μεγάλοιϲ καὶ μικροῖϲ πελάγεϲιν, εἰκότωϲ περιβόλαιον αὐτῆϲ εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυϲϲοϲ ἄβυϲϲον ἐπικαλεῖται, ὁ αὐτὸϲ προφήτηϲ φηϲίν· τὰ ϲτρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθουϲ ὑπερβολὴν τροπικῶϲ. ὡϲ ἔν ἀβύϲϲῳ τινὶ ὑποβρύχιοϲ ἐγενόμην. 5 Ἄβυϲϲοϲ οὖν ὑδάτων πλῆθοϲ πολύ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.