α΄. ἔϲτι δὲ καὶ οὗτοϲ τῶν τινα πνεύματα ϲημειωϲαμένων. εἰϲ τοῦτον ἐποίηϲεν Ἐμπεδοκλῆϲ τωθαϲτικὸν ἐπίγραμμα· ἄκρον ἰατρὸν Ἄκρων᾿, Ἀκραγαντῖνον, πατρὸϲ ἄκρου, κρύπτει κρημνὸϲ ἄκροϲ πατρίδοϲ ἀκροτάτηϲ τινὲϲ δὲ τὸν δεύτερον ϲτίχον οὕτω προφέρονται· ἀκροτάτηϲ κορυφῆϲ τύμβοϲ ἄκροϲ κατέχει. τοῦτό τινεϲ Σιμωνίδου φαϲὶν
εἶναι.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.