κινηθῆναι τὰ πράγματα, ἐπεὶ δ᾿ ἐκινήθη καὶ ἀντέ- πέσε παρ’ ἐλπίδα καὶ ἥψατο καὶ τῶνδε μεταβολὴ ὥσπερ πάντων τῶν ἀνθρωπείων, καὶ ἰσχυροὶ μὲν οἶ κύκλῳ Θρᾷκες, ἥττους δὲ οὗτοι προσδοκῶντες καὶ 1 ὅσον οὔπω τὰ ἔσχατα πείσεσθαι οὐκ οὔσης δυνάμεως ἀνταρκεῖν οὐδ’ ἐπικουρίας ὅθεν δήποτε οὐδέ τινος χρηστοτέρας ἐλπίδος τί ποιοῦσι; τολμῶσιν ἔργον ὁ δὴ καὶ τότε σωφρονοῦντας ἴσχυσε σῶσαι καὶ νεωτερίσαν- τας νῦν ἀπολέσαν ἔχει. εἰς γὰρ τὰς Ἀθήνας ἥκοντες,
καί γε μηδεὶς ἐνταῦθα Κορινθίους ἀληθεύειν οἰέσθω διατεινομένους ὧς ἄρ ἡμεῖς ἦμεν ἀπάτῃ μετιόντες αὐτούς, οὔτε γάρ, μὰ τοὺς θεούς, ἀπατῶντες οὔτ ἄλλως πείθοντες ἠβουλήθημεν πρὸς ἡμᾶς μεταθέσθαι, ἀλλ’ εἰς Ἀθήνας ἐλθόντες μηδενὸς ἑτέρου κινήσαντος
ὅτι μὴ αὐτοὶ ἑαυτοὺς καὶ παρελθόντες εἰς βουλευτήριον ἐνεχείριζον σφᾶς αὐτούς.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.