εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν, πρώτον μὲν τὸ γένος αὐτοῦ λαμβάνοντες (ἔχει γὰρ γένος, εἴ γε ὁριστόν ἐστιν), ἔπειτα ὅσα κοινῶς ὑπάρχει ἐν τοῖς ὁρισμοῖς τῶν ἀτόμων αὐτοῦ εἰδῶν. ἃ γὰρ κοινὰ πάντων τῶν ὑπὸ τὸ γένος
ἐστὶν εἰδῶν μηδενὶ ἄλλῳ ὑπάρχοντα, ταῦτα συμπληροῖ τὸν τοῦ γένους αὐτῶν ὁρισμόν· ὡς γὰρ ὃ μόνων <κοινὸν> τῶν ἐν τῷ τί ἐστι τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τοῦτο ὁρισμὸς τοὺ εἴδους, οὕτω καὶ ἃ μόνοις
πᾶσι τοῖς ὑπὸ τὸ γένος ἀτόμοις εἴδεσιν ὑπάρχει ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα, ταῦτα τὴν οὐσίαν συμπληροῖ τοῦ γένους αὐτῶν.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.