γινομένων, τὴν αἰτίαν τῶν διαφόρων ἀκολουθήσεων ἔοικε διὰ τούτων λέγειν.
ἐπεὶ γὰρ τὰ μὲν τῶν γινομένων καθόλου γίνεται, ὃ ἐξηγούμενος εἶπεν ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται τοιοῦτον γὰρ τὸ καθόλου), τὰ δ' ἀεὶ μὲν οὔ, ὡς ἐπὶ τὸ πολὺ δέ τοιαῦτα γὰρ τὰ πλεῖστα τῶν γινομένων κατὰ φύσιν), ἐν μὲν τοῖς ἀναγκαίως γινομένοις ἀκολουθεῖ
καὶ τῷ πρώτῳ τὸ μετ' αὐτό, οὐκέτι δὲ ἐν τοῖς ἐνδεχομένοις, ἀλλ' ἐπὶ τούτων ἡ ἐκ τῶν ὑστέρων ὑγιὴς ἀκολουθία, ὥσπερ καὶ ἐπὶ πάντων τῶν κατὰ τέχνην γινομένων. τῶν δὲ ἐνδεχομένων συμπερασμάτων ἐν ταῖς ἀποδείξεσιν ἀνάγκη ἰαὶ τὸ μέσον ἐνδεχόμενον εἶναι· εἰ γὰρ ἄμφω εἶεν καθόλου
αἱ προτάσεις, τουτέστιν ἀναγκαῖαι, <ἀνάγκη> πάντως εἶναι καὶ
συμπέρασμα ἀναγκαῖον· ὑπόκειται δ' ἐνδεχόμενον εἶναι. ὡς δ' ἐπὶ τῶν ἄλλων ἄμεσοί τινές εἰσιν ἀρχαὶ συλλογιστικαὶ προτάσεις] οὐ γὰρ οἷόν τ’ ὲπ' ἄπειρόν τινων τὰ μέσα λαμβάνεσθαι), οὕτω καὶ ἐπὶ τῶν ἐνδεχομένων τε καὶ ὡς ἐπὶ τὸ πολὺ ἔσονταί τινες ἄμεσοι προτάσεις ἀρχὴν ἔχουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἢ εἶναι ἢ γίνεσθαι.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.