ἔδειξε γὰρ ὅτι μὴ συνεχής. πῶς οὗν τὸ μέσον ἔχει, ὃ καὶ αἴτιον τῆς τῶν ἄκρων συναγωγῆς, ἐν τοῖς ἐφεξῆς γινομένοις, εἴρηκε, τουτέστι πῶς λαμβανόμενον μέσον τε καὶ αἴτιον ἂν εἴη τοῦ τε πράγματος καὶ τοῦ συμπεράσματος,
ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν, τουτέστιν ἀναγκαῖον καὶ ἐν τούτοις, εἰ οὕτω λαμβάνοιτο ἡ ἀκολουθία,
πρώτου λαμβανομένου τοῦ αἰτιατοῦ, τὸ μέσον τοῦ ὑστέρου αἴτιον εἶναι. τὸ δὲ προσεχὲς αἴτιον καὶ τὸ οὗ αἴτιον ἄμεσα· τοῦτο δ', ὅτι συνυπάρχουσιν ἀλλήλοις τό τε αἴτιον καὶ τὸ αἰτιατόν. ὅτι δὲ πρῶτον εἶπε τὸ ὕστερον 1 γεγονός τῆς ἀκολουθάς γὰρ πρῶτον γίνεται), ἐδήλωσεν εἰπὼν ἀρχὴ δὲ 2 τὸ Γ· τοῦτο γὰρ ὑποθέμενος εἶναι τὸ ὕστερον γεγονὸς ἀρχὴν αὐτὸ εἴπε
διὰ τὸ ἐγγύτερον εἰναι τοῦ νῦν.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.