γεγονέναι καὶ τὸ αἰτιατόν. ἐν γὰρ τῷ μεταξὴ χρόνῳ, ἐν ᾧ τὸ μὲν ἕτερον γέγονεν, οἷον ὁ θεμέλιος, τὸ δὲ ἕτερον οὔ, ὡς ἡ οἰκία, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι, ἐπεὶ θεμέλιςο γεγονε, καὶ οἰκία γέγονεν· τὸ γὰρ γεγονέωαι λεγόμενον τὸ μήπω γεγονὸς οὐκ ἀληθές. ὥστε <οὐ> συγχρονήσει τῷ αἰτιατῷ τὸ αἴτιον οὕτω λαμβανομένης τῆς ἀκολουθίας.
δεῖ δὲ τὸ ὥστ' ἐπεὶ τοῦτ' ἀληθὲς τοῖς πρὸ αὐτοῦ συνάπτειν ἔτι· οὔτε Τὰρ ἀοριστου οὔτε ὁρισθέντος ἔσται χρόνου ὃ ἐδήλωσε διὰ
τούτου. ὡς δ' ἐπὶ τῶν γεγονότων ψευδὴς ἡ ἀκολουθία, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων· οὐ γὰρ ἀληθὲς ἐπὶ τῶν ἐσομένων ἔσται ἀεὶ ὅτι, εἰ τὸ πρῶτον, ἔσται καὶ τὸ μετ' αὐτό, οὐδ' ἐπεὶ τόδε γέγονε, τόδε ἔσται. καὶ
λέγει τούτου τὸ αἴτιον, ὃ καὶ τῶν φθασάντων ἐστὶν αἴτιον, ὅτι τὸ μέσον δεῖ, τουτέστι τὸ αἴτιον τὸ χυρίως αἴτιον τοιοῦτον ᾧ πάντως τὸ αἰτιατὸν συνθπάρχει ὁμόγονον εἶναι τῷ αἰτιατῷ, τουτέστι τοῦ αὐτοῦ χρόνου καὶ συνθπάρχειν λαὶ ὁμοῦ γίνεσθαι.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.