ὁμοίως τε καὶ γενέσθαι ἐνδέχεται ἐξ ἀνάγκης καὶ ἕνεκά του. καὶ ἔστι τὸ μὲν ἐξ ἀνάγκης αἴτιον τὸ ὑλικόν, τὸ δὲ ἕνεκά του <τὸ> τελικόν, ὡς δύο
αἰτίας τὸ αὐτὸ ἔχειν τοῦ εἶναι, ὡς τὸ διὰ τοῦ λαμπτῆρος φῶς, καὶ τοῦ γίνεσθαι, ὡς τὴν βροντήν, τήν τε ὑλικὴν καὶ τὴν τελικήν ἔστι δ' ἐν τοῖς κατὰ φύσιν γινομένοις τὸ μὲν ἐξ ἀνάγκης γινόμενον παρὰ τῆς ὕλης,
τὸ δ' ἕνεκά τινος παρὰ τοῦ εἴδους), πλεῖστα δὲ τοιαῦτα ἅμα εἶναι ἄμφω ἔχοντα ἐν τοῖς φύσει γινομένοις τε καὶ συνεστῶσι· διττὴ γὰρ ἡ φύσις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἠ ὑλική.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.