ὀνόματι λόγος ὁρισμὸς ἐκείνου εἶναι δοκεῖ, κατὰ τοῦτο τὸ σημαινόμενον, φησίν, εἴη ἂν ὁρισμὸς καὶ τί ἧν εἶναι τοῦ κατηγορουμένου ἐν τῷ συμπεράσματι τί σημαίνει ἡ ὀρθὴ λέγων, οὐ τίς ἡ οὐσία αὐτῆς· ἧν γάρ τι τοῦ
ὁρισμοῦ σημαινόμενον καὶ τοιοῦτον· ὁ γὰρ λέγων ὁρισμὸς ὅτι δύο ὀρθῶν ἡμίσειά ἐστι τί σημαίνει ἡ ὀρθὴ λέγοι ἄν, οὐ τί ἐστιν. εἰ δὴ ὁ μέσος ὅρος,
καθὸ αἴτιος τῶν δύο προτάσεων, τὴν ὑλικὴν αἰτίαν ἔχει, δῆλον ὅτι κατ᾿ ἄλλο μὲν ὡς ὕλη αἴτιος ἔσται, κατ᾿ ἄλλο δὲ ὡς εἶδος ἢ ποιητικὸν ἢ τελικὸν αἴτιον. εἰ γὰρ κατὰ πάντας τοὺς τρόπους τοῦ αἰτίου μέσος λαμβάνεται, ὡς δείκνυσι, καθ᾿ ὃν δ᾿ ἄν ληφθῇ, τῷ μέσος εἶναι αἴτιός ἐστι τῶν δύο προτάσεων, εἴη ἄν, καθ᾿ ὅν ἄν τρότον αἰτίου λαμβάνηται, ἀναγκαίως ὡς
ὕλη γινόμενος αἴτιος. οὐ μόνον δ᾿ ἡ τοιαύτη ὕλη, <ἥ> τις ἐστὶν ἐν συλλογισμῷ οὖσα τοῦ συμπεράσματος ὕλη, ἀλλὰ καὶ ἡ κυρίως λεγομένη ὕλη, ἥτις ἐστὶ τοῦ δεικνυμένου πράγματος ὕλη, μέσος ὅρος λαμβάνεται ἐν συλλογισμῷ.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.