τινός, οἶον ἆρα ἔστι κενόν, ἁπλῶς περὶ τοῦ ὑποκειμένου ἐνὸς ὄντος τὴν ζήτησιν ποιεῖται· ὁ δὲ τὸ ὄτι ζητῶν μεμερισμένην εἰς πλείω τὴν ζήτησιν ἔχει. ἤτοι οὖν ἐπὶ μέρους εἶπε τὸ μεμερισμένον, ὃ 1 εἶπεν ἐν ἀρχῇ “εἰς ἀριθμὸν θέντες”, ἢ ἐπὶ μέρους φησίν, ὅτι ὁ ζητῶν, 2 εἰ τόδε τῷδε ἐπάρχει, ζητεῖ εἰ τοῦτο τούτου τί ἐστιν. ὁ γὰρ ζητῶν, εἰ ὁ
ἄνθρωπος ζῷόν ἐστι, ζητεῖ εἰ τὸ ζῷόν τι τοῦ ἀνθρώπου ἐστί· καὶ γὰρ τὸ γένος τί ἐστιν οὖ ἐστι γένος. ἀλλὰ καὶ ’ο ζητῶν, εἰ ἡ χιὼν λευκή, ζητεῖ
εἰ τῆς χιόνος τι τὸ λευκόν ἐστι· καὶ γὰρ τὸ συμβεβηκὸς ἐκείνου ἐστὶν ᾦ συμβέβηκεν. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ σελήνη ἐκγείπει, ζητεῖ εἴ τι τῆς σελήνης ἡ ἕκλειψις, εἰ γὰρ παθος ἐστὶν αὐτῆς.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.