οὗ ἐστιν αἴτιον ἄλλο ἐφ' ὧν γὰρ ἀποδεικτὸν τὸ ὅτι ἔστι, καὶ αἴτιόν τι 1 ἔχειν· ἐπὶ μὲν γὰρ τινῶν τὸ εἶναι καὶ τὸ ὅτι ἔστιν ἀποδεικτόν τέ ἐστι 2 καὶ διὰ μέσου αἰτίου δείκνυται· ἐπ' ἐνίων δ' ἀναπόδεικτον· τὰ γὰρ πρῶτα ὅτι ἔστιν, οὐκ ἀποδείκνυται) τὴν αὐτήν φησιν ἔσεσθαι διαφορὰν καὶ τῶν τί ἔστι καὶ τῶν ὁρισμῶν. τοὺς μὲν γὰρ αὐτῶν οὐκ ἐν ἀποδείξει ληφθήσεσθαι,
ἂν ἁπλῶς τὰ ὧν] ἐν οἷς εἰσιν οὐ δι' ἀποδείξεως ὄντα δείκνυται· τοὺς δ' ἐν ἀποδείξει ληφθήσεσθαι, ὅταν τὰ ὧν οἱ ὁρισμοὶ ὅτι ἔστιν ἀποδείκνυται·
οἱ γὰρ μέσοι ὅροι, δι' ὧν ἀποδείκνυνται, ἔσονται ὁρισμοὶ αὐτῶν.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.