πρᾶγμα μετὰ ταῦτα, πῶς τῇ τοῦ εῖναι τὸ πρᾶγμα γνώσει ἔπεται καὶ ἡ τοῦ τί ἐστι γνῶσις πολλάκις, ὥσπερ καὶ ἡ τοῦ διὰ τί ἐστι τῇ τοῦ ὅτι ἔστι γνώσει, δείκνυσι. τὴν γὰρ ὕπαρξιν τοῦ πράγματος, περὶ περὶ οὖ ἦν ἡ ζήτησις τησις εἰ ἔστι, ποτὲ μὲν ἀπὸ συμβεβηκότων ποτὲ δέ τι τῆς οὐσίας αὐτοῦ 1 λαβόντες ἔχομεν. καὶ ἡ μὲν ἀπὸ συμβεβηκότων γνπωσις τῆς τοῦ οράγνατις
υπαρξεως ουδὲν πρὸς τὴν γνῶσιν τοῦ τί ἐστι τὸ πρᾶγμα συντελεῖ· ἡ δὲ ἀπὸ τῶν αὐτῷ τῷ πράγματι ὐπαρχόντων γνῶσις τοῦ εἶναι αὐτὸ ἀφορμὴ 2 καὶ ὀδός ἐστι τῆς τοῦ τί ἐστι νώσεως. καὶ ὠς ἂν ἕχοιμεν πρὸς τὴν ἀπὸ
τῶν ὐταρχόντων καθ’ αὐτὸ καὶ ὄντων γενῶν τε καὶ μερῶν τοῦ ζητουμένου πράγματος εἰ ἔστι γνῶσιν, οὕτως ἔξομεν καὶ πρὸς τὴν τοῦ τί ἐστιν. ἀπὸ μὲν γὰρ τῶν κοινοτέρων εἰδότες ὅτι ἐστι πορρωτέρω τοῦ εἰδέναι τί ἐστιν ἐσόμεθα, ὅτι μηδ6 ὅτι ἔστιν ἴσμεν ἀκριβῶς τε καὶ προσεχπως· εἰ δ’ ἀπὸ τῶν ἰδίων καὶ οἰκείων αὐτοῦ τὴν τοῦ εῖναι αὐτὸ γνῶσιν δ’ εἴημεν ἂν
καὶ τὴν τοῦ τί ἐστι γνῶσιν ἔχοντες ἢ πλησίον ὄντες.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.