εστιv;
ἐξ ἀνάγκης Ι ὄντα τὸν δεικνύμενον ὁρισμόν. καὶ ἔτι δέδεικται ὅτι οὐκ 1 ἔστιν ὀρισμοῦ ἀπόδειξις. ἀλλ’ οὐδὲ διἱ ἐπαγωγ[γς. ἡ γὰρ ἐπαγω\γὴ διὰ τῶν καθ’ ἕκαστα φανερῶν ὄντων τὸ κιαθόλου πιστοῦται· ὁ δὲ ὁριζόμενος οὐχ οὕτως δείκνυσιν ὁρισμόν. καὶ 6 μὲν ἐπαγωγῇ χρώμενος δείκνυσι τὸ ὅτι ἔστιν ἢ ὅτι οὐκ ἔΜ ἐκ τῶν ληφθέντων· ὁ δὲ ὁριζόμενος
οὐχ ὅτι ἐστιν ἢ οὐκ ἔστιν ἀλλὰ τί ἔστι προτίθεται δεῖζαι. ὅτι δὲ μηδὲ δι’ αἰσθήσεως ἔστι δεῖξαι ὁρισμόν, πρόδηλον· οὐδὲ γὰρ αἰσθητὸν ὅλως οὕτε
ὁ ὁρισμὸς οὔτε τὸ ριστόν, εἵ γε καθόλου, ὡς δείξει ἅμα τῷ δαιτύλῳ εἰπεῖν ‘τοῦτό ἐστιν ὀρισμός’, ὡς ‘τοῦτό ἐστι γλυκύ’ ἤ τι ἄλλο τῶν αἰσθητῶν.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.