ἐστιν ἐκείνου· ὁ γὰρ ὁρισμὸς ἡ ἐκάστου οὐσία καὶ τὸ εἶναι. ἐξ ὑποξέσεως δὲ εἶπεν οὐ τὸ δι᾿ ὑποθετικοῦ συλλογισμοῦ, ἀλλὰ διὰ τοῦ ὑποθέσθαι τινὰ καὶ τούτοις πρὸς τὴν δεῖξιν χρήσασθαι. ἔστι δ᾿ ὃ λαμβάνει καὶ
ὑποτίθεται τὸ τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον τουτέστι τὸν ἐκ τῶν <ἐν τῷ> τί ἐστι κατηγορουμένων ἰδίων λόγον
τούτου ὁρισμὸν εἶναι. ὃ εἶναι τοῦ τί ἐστιν ὁρισμὸν ὑποτίθεται ἀλλὰ οὐκ ἀποδείκνυσιν. ᾧ εἰ προσληφθείη ῾ὅδε τοῦδε ἴδιός ἐστι λόγος ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων᾿, συνάγοιτ᾿ ἂν ῾τόδε τοῦδε ἄρα ὁρισμός ἐστιν᾿. ἀλλὰ πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γὰρ λαμβάνει τὸν μέσον τῷ μείζονι· οὐδὲν γὰρ διαφέρει εἰπεῖν ῾τόδε τοῦδε ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων
ἴδιόν ἐστι᾿ τοῦ εἰπεῖν ῾τόδε τοῦδε ὁρισμός ἐστι᾿. δείκνυσι δὲ τι
καὶ ἄλλο ἄτοπον τῇ τοιαύτῃ δείξει ἑπόμενον, ὅτι γὰρ μὴ ὑπόθεσις ἐν τῷ συλλογισμῷ δεόντως λαμβάνετια.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.