ἐπὶ δὲ τῆς διαιρέσεως οὐδαμοῦ τοῖς τεθεῖσί τε καὶ ληφθεῖσιν ἐξ ἀνάγκης ἕπεται τὸ δεικνύμενον. ὥσπερ γὰρ ὁ ἐπακτικῶς τι δεικνὺς λαμβάνει μέν τινα δι᾿ ὧν δεικνύναι τι πειρᾶται, οὐ μὴν συλλογίζεται, διότι μὴ ἐξ ἀνάγκης
τοῖς ληφθεῖσιν ἕπεται τὸ δεικνύμενον, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως ἔχει. οὐ γὰρ δεῖ τὸ διὰ συλλογισμοῦ δεινύμενον συμπέρασμα
ἐρωτᾶσθαι καὶ τῷ συγχωρεῖσθαι ὑπό τινων τίθεσθαι· καὶ γὰρ συλλογισμοῦ συμπλερασμα ἐξ ἀνάγκης δεῖ ἕπεσθαι.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.