μεσου εσται προτερον.
ἐδήλωσε διὰ τοῦ προσθεῖναι τῷ τί ἐστιν τὸ τί ἦν εἶναι· τὸ γὰρ οὕτως ἐν τί ἐστιν ὡς τὸ τί εἶναι κατηγορούμενον δεῖ ἐν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν. ἀλλ’ εἰ τοῦτο, τὸ A πρῶτον ὁρισμὸς διὰ] τοῦ B, εἰ διὰ τούτου
δεκνύοιτο τοῦ Γ ὁρισμὸς ὄν. καὶ τοῦτο μὲν οὖν ἄτοπον. εἰ μὲν γὰρ τὸ B ἄλλο τοῦ Γ, τὸ A πλειόνων ὁρισμὸς ἂν εἴη, ὄπερ ἀδύνατον. εἰ δὲ ταὐτὸν εἴη τὸ B τῷ Γ, Τὸ ἐν ἀρχῇ λήψεται· βουλόμενος γὰρ δεῖξαι τὸ A ὂν ὀρισμὸν τοῦ Γ λαμβάνει αὐτὸ ὁρισμὸν εῖναι τοῦ B, ὅ ἐστι ταὐτὸν τῷ Γ,
ἢ ὡς ἐρεῖ ἔτι σαφέστερον, βουλόμενος δεῖξαι, ὅτι ὁρισμοῦ ἀπόδειξις ἐστιν,
ἔλαβε χωρὶς ἀποδείξεως τὸ A τοῦ B ὀρισμὸν εἶναι. ἕπεται μὲν οὖν καὶ ταῦτα. ὃ δὲ δείκνυσίν <ἐστιν> ὅτι ὁ οὕτως ἀποδεικνὺς οὖ βούλεται δι’ τὸν ὀρισμὸν λαβεῖν, τούτου χωρὶς ἀποδείξεως εῖναί τινα ὁρισμὸν λαμβάνει. εἰ γὰρ λήψεται τὸ Α κατὰ τοῦ B ὡς ὁρισμὸν καὶ ἐν τῷ τί τί εἶναι καὶ τὸ Β ὁμοίως τοῦ Γ ὁρισμόν, δῆλον ὅτι καὶ τὸ Β ὁρισμόν τινα καὶ λόγον 1 λήψεται· οὕτω γὰρ ἔσται τὸ Β τοῦ Γ τί ἧν εἶναι. τοῦτο δ᾿ ἐβούλετο 2 δεῖξαι τὶ τί ἧν εἶναι τοῦ Γ δι᾿ ἀποδείξεως δεικνύμενον. ὃ οὖν βούλεται
δεῖξαι, ἔλαβε· λαμβάνει γὰρ τὸ Β τοῦ Γ ὁρισμὸν εἶναι.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.