ἡ δεῖξις, προεῖπεν, ὅτι οὐ γὰρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός· ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστι καὶ οὐσίας, ἡ δ᾿ ἀπόδειξις τοῦ ὅτι ἔστιν ἀλλ᾿ οὐ τοῦ τί ἐστι· καὶ ὁ μὲν ὁρισμὸς δεῖξις τῆς οὐσίας, αἱ δ᾿ ἀποδείξεις οὐ τὴν οὐσίαν δεικνύουσι· καὶ ὁ μὲν ὁρισμὸς ἀρχὴ ἀποδείξεως, ἡ δὲ ἀρχὴ τῆς
ἀποδείξως οὐκ ἀποδεικτή. εἰ δὴ ταῦτα ὑγιῆ, οὐκ ἂν εἴη ὁρισμῦ ἀπόδειξις·
ἕπεται γὰρ τοῦτο κἀκείνοις. ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως δεδεῖχθαι, ἀλλ᾿ ἄλλο τοῦτο τὸ πρόβλημα ἐκείνων καὶ ἄλλης δείξεως δεόμεθα. ἐπ᾿ ἐκείνων μὲν γὰρ ἐζητεῖτο εἰ τοῦ αὐτοῦ δύναται γνῶσις καὶ δι᾿ ἀποδείξεως καὶ δι᾿ ὁρισμοῦ γίνεσθαι· νῦν δ᾿ εἰ ἔστι τὸν ὁρισμόν τινος δι᾿ ἀποδείξεως δεῖξαι ὑπάρχοντα αὐτῷ.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.