ὑπάρχον τινὶ καὶ κατηγορούμενον, τουτέστι πότερον τόδε ἢ τόδε, ζητοῦμεν, οἶον πότερον ἐκγείπει ὁ ἥλιος ἢ οὕ· μαθόντες δὲ τὸ ὅτι τὸ διότι τότε
ζητοῦμεν καὶ τὴν αἰτίαν. τούτων οὖν τῶν τεσσάρων τὸ μὲν εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐν τοῖς ἀπλοῖς καὶ ἀσυμπλόκοις ζητοῦμεν, τὸ δὲ ὅτι καὶ τὸ διότι ἐν τοῖς συμπεπλεγμένοις, τουτέστιν ὅτι ὐπάρχει τί τινι ἢ μὴ ὑπάρχει 1 καὶ διότι ὐπάρχει ἢ μὴ ὑπάρχει. ἐν πάσαις δὲ ταύταις ταῖς ζητήσεσι τὸ 2 μέσον ζητεῖται ἤτοι τὸ αἴτιον. ἀλλ’ ἐν μὲν τῇ εἰ ἔστι καὶ ὅτι ἔστι ζτεῖται εἰ ἄρα ἔστι μέσον ἢ οὔ· ἐν δὲ τῇ τί ἐστι καὶ διότι τί τὸ μέσον ζητεῖται. καὶ τὰ διαλεκτικὰ δὲ προβλήματα ζητούμενά τινα ὄντα καὶ αὐτὰ
τῇ τῶν ζητουμένων διαιρέσει τῇ νῦν εἰρημένῃ ὑπάγεται· πάντα γάρ, τά τε ἀπὸ τοῦ γένους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος καὶ τοῦ ὁρισμοῦ, ἐν
τῷ εἴδει τῶν ζητουμένων τῷ ὅτι ἐστί. δύο γάρ τινα λαβόντες ἐπὶ πάντων αὐτῶν ζητοῦμεν εἰ τὸ ἕτερον τῷ ἐτέρῳ ὑπάρχει· καὶ γὰρ περὶ τῶν ὀρισμῶν σμῶν ζητοῦμεν, εἰ ἔστιν ὀρισμὸς ὅδε τοῦδε.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.