καθ' ἕκαστα· τῶν γὰρ ἐν τοῖς καθ' ἕκαστα καὶ ἀτόμοις ἡ αἴσθησις αἰσθητική· ἡ δ' ἀντίληψις αὐτὴ τοῦ καθόλου γίνεται. ὃ βουλόμενος δεῖξαι, πῶς γίνεται, παραδείγματι ἐχρήσατο τῷ ἀνθρώπῳ καὶ τῷ Καλλίᾳ, οὐχ ὡς τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος ἢ τοῦ Καλλίου καθὸ Καλλίας ὄντος αἰσθητοῦ,
ἀλλ' ὃ λέγει διὰ τούτων ποιεῖ γνώριμον. ὡς γὰρ ὁ ἀνθρώποτ ἐννοιαν ἔχων οὐχ ὡς Καλλίου τοῦ ἀνθρώπου ἤ τινος τῶν καθ' ἕκαστα τὴν ἔννοιαν ἔχει ἀλλὰ τούτου ὃς κατὰ πάντων τῶν καθ' ἕκαστα ἀνθρώπων κατηγορεῖται
κοινῶς, ὢν ἐν πᾶσιν αὐτοῖς, οὕτως ἡ ὄψις ἡ τοῦ ἐν τῇ χιόνι λευκοῦ αἰσθανομένη οὐχ ὡς χιόνος λευκῆς αἰσθάνεται ἀλλ' ὡς λευκοῦ· ὃ λευκὸν
κοινόν ἐστι τῇ χιόνι πρὸς τὰ λευκὰ πάντα· καὶ γὰρ ὁρᾷ τὸ ἐν αὐτῇ λευκόν, ἀλλ' οὐχ ᾗ χιών.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.