πάσχειν τοῦτο.
στάσεών τε καὶ περιλήψεων πρόοδος. τὸ δ' ἕως ἐπ' ἀρχὴν ἦλθεν
ἤτοι ἐπὶ τῶν ἐν τῇ ψυχῇ νοουμένων τε καὶ ἀθροιζομένων εἶπεν· ἡ γὰρ ἐπὶ τοῖς αἰσθητοῖς <τοῦ> καθόλου συναίσθησίς τε καὶ σύστασις καὶ ἡ ἐπὶ πρώτοις καθόλου λῆψις τῆς ἀρχῆς καὶ τοῦ πρώτου κοινοῦ λῆψις. ἢ ἀρχὴν καὶ ἐν τῷ στρατοπέδῳ εἶπε τὸν ἀθροισμὸν καὶ τὴν τάξιν τε καὶ τὴν
ἄθροισιν καὶ τὴν παράταξιν τοῦ παντὸς στρατοπέδου. λέγει δ' ἐπιτηδειότητα καὶ δύναμιν τὴν ψυχὴν ἔχειν τοῦ δύνασθαι φυλάσσειν τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.