εἴη τὸ A εἰλημμένον τῶν τε E καὶ τῶν Δ, εἰ εἴη ταὐτὰ τὰ E τοῖς
Δ ὄντα πάντα ὑπὸ τὸ Β. ὃ ἔδειξεν εἰπὼν εἰ γὰρ μὴ, πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ E, τὸ A παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ E; 1 οὕτως γὰρ γίνεται ἐπὶ πλέον τὸ Α τοῦ E, ἐὰν τῷ μὲν Ε τὸ A παντίν, 2 μηκέτι δὲ καὶ ἀντιστρέφει· τοῦτο δὲ ἔσται, ἂν πλείοσιν αὐτὸ ὑπάρχον <ᾖ> ἢ τὸ Β. ἂν γὰρ μόνων ὧν τὸ E κατηγορεῖται, ἐπ' ἴσης ἔσται τὸ τοῖς ὧν κατηγορεῖται ὄντων ὑπὸ τὸ Β ὥστε καὶ τῷ A τὸ E παντί.
ὁμοίως καὶ ἐπὶ τοῦ Δ. εἰπὼν δὲ τοῦτο καὶ δείξας ὅτι μὴ ὑπὸ τὸ Β τὸ E ἔσται, ἐπιφέρει· διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον, οἷον
τὸ A τᾷ Δ; ὃ ἴσον ἐστὶ τῷ ‘διὰ τί γὰρ οὐκ ἔστι τι τοῦ καὶ τὸ A τοῖς Ε ὑπάρχειν αἴτιον, ὥσπερ καὶ τοῦ τοῖς Δ ὑπάρχειν αὐτὸ αἴτιον ἦν, τὸ γὰρ B; τοῦτο δὲ λέγει ἐξηγούμενος ὃ εἶπε καὶ τὴν αἰτίαν ἀποδιδοὺς
τοῦ εἰ δὲ μὴ, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ γὰρ καὶ τοῖς E τὸ A ὑπάρχει ἄλλοις οὖσι τῶν Δ, καὶ τούτοις δι' αἰτίου τινὸς ὑπάρξει. τὸ γὰρ οἷον τὸ A τῷ Δ εἶπεν ἀντὶ τοῦ ‘ὁποῖον καὶ ὅτε τὸ A τοῖς Δ ὑπάρχειν ἐδείκνυτο'· ὑπάρχειν γὰρ ἐδείκνυτο διὰ μέσου τοῦ Β.
ᾧ ἐπήνεγκεν ἅμα ἄρα καὶ τὰ E ἔσται τι ἕν. ὁμοίως ἄρα καὶ τὰ E
ἔσται τι ἕν, τουτέστιν ὑφ' ἕν τι καὶ ἓν κατὰ παντὸς αὐτῶν κατηγορούμενον ἔσται, ὡς ἦν τὰ Δ ὑπὸ τὸ B. εἰ δή ἐστι τὰ E ὑπό τι ἔη τοῦτο αὖ ἐπισκεψώμεθα. κἂν εὕρωμεν ὅ τι ποτέ ἐστιν ἐκεῖνο <ὃ> πάλιν αἴτιον τὸ A τοῖς E ὑπάρχειν, ἔστω τὸ Γ τοῦτο, ὃ πᾶσι τοῖς E ὑπάρχει, αὐτῷ δὲ παντὶ τὸ A.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.