φυλλορροεῖν διὰ δύο μέσων ὑπάρχον δείκνυται, διά τε τοῦ πλατυφύλλου
καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔστι προσεχὲς τῷ μὲν ὑποκειμένῳ μέσον τὸ πλατύφυλλον, ὃ ἐπὶ θάτερον πρὼτον μέσον εἶπε, τῷ δὲ κατηγορουμένῳ, τῷ φυλλορροεῖν, ἡ πῆξις τοῦ ὑγροῦ, ὅπερ καὶ ὁρισμός ἐστι τοῦ κατηγορουμένου καὶ πρῶτον μέσον ὡς ἐγγύτερον τῆς κατηγορίας καὶ αἰτία καὶ ὁρισμὸς αὐτοῦ ὄν. κάτωθεν δ' ἀρχομένῳ ἀπὸ τοῦ ὑποκειμένου
πρῶτον μέσον τὸ κοινὸν ἐπὶ πάντων τῶν τοιούτων· τοῦτο δ' ἐστὶ τὸ
πλατύφυλλον· τοῦτο γὰρ δηλοῖ τὸ ὁποῖά ἐστι τὰ φυλλορροοῦντα. τούτου δὲ πάλιν τοῦ κοινοῦ καὶ τοῦ φθλλορροεῖν μέσον τὸ πήγνυσθαι τὸ ὑγρόν, ὃ αἰτία ἐστὶ καὶ ὁρισμὸς τοῦ φυλλορροεῖν.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.