αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι· εἰ γὰρ τοῦ τὸ αὐτὸ πλείοσιν ὑπάρχειν πλείους αἰτίαι εἰσί, καὶ τοῦ αὐτῦ πλείω αἴτια οἷόν τε εἶναι. καὶ ὅτι μὴ
τῷ αὐτῷ τὸ αὐτὸ διὰ πλειόνων αἴτιον ὑπάρχειν οἷόν τε, δείκνυσι. λαμβάνει δὲ εἰς τὴν ἀναίρεσιν αὐτοῦ ὅτι ἀεὶ τὸ πρόβλημα καθόλου ἐστίν· οὐ γὰρ τοῦ τῷδε ὑπάρχειν τι ἡ αἰτία ἐν τοῖς προβλήμασι ζητεῖται ἀλλὰ τοῦ τοῖσδε καθόλου ὑπάρχειν καὶ οἷόν τε ὑπάρχειν. ὁ γὰρ τὴν αἰτίαν ζητῶν τοῦ τὸ ζῷον, καθὸ ζῷόν ἐστιν, ὑπάρχειν τισὶ κοινήν τινα αἰτίαν ζητεῖ,
καθ' ἣν πᾶσιν, οἷς ὑπάρχει, ὑπάρχει· δεῖ γὰρ τὸ αἴτιον καὶ οὐ αἴτιον, τοῦτο δ' ἐστὶ τὸ αἰτιατόν, καθόλου ἄμφω ὑπάρχειν τινί, ᾧ ὑπάρχει τε καὶ ᾧ ἐστιν οἷά τε ὐπάρχειν. καὶ διὰ τοῦτο τρῶτον μὲν καὶ καθ' αὑτὸ ὑπάρχει τῷ κοινῷ τε καὶ τῷ γένει, εἰ γένος τι εἴη ὁμοίως ἑκατέρου αὐτῶν, ἔπειτα διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς εἴδεσι πᾶσιν αὐτοῦ, <εἰ εἴη> εἴδη ἐφ' ὧν
τὸ αἰτιατὸν καὶ τὸ αἴτιόν τε καὶ μέσον ἀντιστρέφει. δείξας δ' ἐφ' ὧν τὸ αἰτιατόν, ἐπὶ τούτων πάντων καὶ τὸ αἴτιον, ἀνεῖλε τὸ δύνασθαι τοῦ αὐτοῦ πλείω αἴτια εἶναι κατὰ τὸν εἰρημένον τρόπον. εἰ γὰρ ἄλλο μὲν εἴη αἴτιον
τοῦ τὸ A τῷ Δ ὑπάρχειν, οἷον τὸ B, ὡς ἔλαβεν, ἄλλο δὲ πάλιν τοῦ τῷ E τὸ A ὑπάρχειν, οἷον τὸ Γ, οὐκ ἐφ' ὧν τὸ A κατηγορεῖται, ὅπερ ἐστὶ
τὸ αἰτιατόν, ἐπὶ τούτων καθόλου καὶ τὸ αἴτιον κατηγορηθήσεται. οὕτως 1 δ᾿ οὐδ᾿ αἴτιον ἔσται τὸ ἀποδεδομένον τοῦ ἐν τῷ τροβλήματι ζητουμενο᾿.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.