αὐτὰ δύνασθαι καὶ προβάλλειν καὶ τὸ τὰς αἰτίας αὐτῶν ἀποδιδόναι, ἐφ' οὗ καὶ νῦν τῷ λέγειν αὐτὸς κέχρηται, ἐπὶ γὰρ τοῦ λέγειν τὰς αἰτίας τῶν ζητουμένων, ὡς καὶ προϊὼν δηλώσει· λέγει γὰρ προβλήματα ἐν οἷς ζητεῖται τὸ διὰ τί [ἢ] δι' οὗ παραδίδωσι τρόπου. † ἢ ὀ ἅμα ἀμφότερα
δεικνύμενα, καὶ ἡ εὕρεσις τῶν προβλημάτων καὶ ἡ εὕρεσις ἦς αἰτίας.
ἔστι δ' αὐτῷ πολλὰ βιβλία τοιούτων προβλημάτων. πῶς οὖν εὐπορήσομεν τοῦ τὴν αἰτίαν ἐν τοῖς προβαλλομένοις ἀποδιδόναι, ὑπογράφει· οὐ γὰρ περὶ ὁρισμῶν ἐστιν ἃ λέγει νῦν, ὡς ᾠήθησάν τινας.
Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium. Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum. ed. Maximilian Wallies. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.