Moschus
ἔρως δραπέτης
ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει·
1
“ εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,
δραπετίδας ἐμός ἐστιν· ὁ μανυτὰς γέρας ἑξεῖ.
μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δʼ ἀγάγῃς νιν,
οὐ γυμνὸν τὸ φίλαμα, τὺ δʼ, ὦ ξένε, καὶ πλέον ἑξεῖς.
5
ἔστι δʼ ὁ παῖς περίσαμος· ἐν εἴκοσι πᾶσι μάθοις νιν.
χρῶτα μὲν οὐ λευκός, πυρὶ δʼ εἴκελος· ὄμματα δʼ αὐτοῦ
δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·
οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά
ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς,
10
οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει.
εὐπλόκαμον τὸ κάρανον ἔχει δʼ ἰταμὸν τὸ πρόσωπον.
μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει·
βάλλει δʼ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα.
γυμνὸς μὲν τό γε σῶμα, νόος δʼ οἱ ἐμπεπύκασται·
15
καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλοτʼ ἐπʼ ἄλλως
ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται
τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον
τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δʼ ἄχρι φορεῖται·
καὶ χρύσεον περὶ νῶτα φαρέτριον ἔνδοθι δʼ ἐντὶ
20
τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.
πάντα μὲν ἄγρια, πάντα· πολὺ πλέον ἁ δαῒς αὐτῷ
βαιὰ λαμπὰς ἐοῖσα, τὸν Ἃλιον αὐτὸν ἀναίθει.
ἢν τὺ γʼ ἕλῃς τῆνον, δήσας ἄγε, μηδʼ ἐλεήσῃς·
κἢν ποτʼ ἴδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ·
25
κἢν γελάῃ, τύ νιν ἕλκε· καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι,
φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί.
ἢν δὲ λέγῃ, Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,
μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γάρ πυρὶ πάντα βέβαπται.”