α.
τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι;β.
Πρηξὼ Καλλιτέλευς.α.
καὶ ποδαπή;β.
Σαμίη.α.
τίς δέ σε καὶ κτερέιξε;β.
Θεόκριτος, ᾧ με γονῆεςα.
θνῄσκεις δʼ ἐκ τίνος ;β.
ἐκ τοκετοῦ.α.
εὖσα πόσων ἐτέων ;β.
δύο κεἴκοσιν.α.
ἦ ῥὰ γʼ ἄτεκνος ;β.
οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον.α.
Ζώοι σοι κεῖνός γε, καὶ ἐς βαθὺ γῆρας ἵκοιτο.β.
καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά.Greek Anthology. . ed. William Roger Paton. London. 1917.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.