Anonymi Epigrammatici
τὴν καταφλεξίπολιν Σθενελαΐδα, τὴν βαρύμισθον,
1
τὴν τοῖς βουλομένοις χρυσὸν ἐρευγομένην
γυμνήν μοι διὰ νυκτὸς ὅλης παρέκλινεν ὄνειρος
ἄχρι φίλης ἠοῦς προῖκα χαριζομένην.
οὐκέτι γουνάσομαι τὴν βάρβαρον, οὐδʼ ἐπʼ ἐμαυτῷ
5
κλαύσομαι, ὕπνον ἔχων κεῖνα χαριζόμενον.
Antipater
ὄρθρος ἔβη, Χρύσιλλα, πάλαι δʼ ἠῷος ἀλέκτωρ
1
κηρύσσων φθονερὴν Ἠριγένειαν ἄγει.
ὀρνίθων ἔρροις φθονερώτατος, ὅς με διώκεις
οἴκοθεν εἰς πολλοὺς ἠιθέων ὀάρους.
γηράσκεις, Τιθωνέ· τί γὰρ σὴν εὐνέτιν Ἠῶ
5
οὕτως ὀρθριδίην ἤλασας ἐκ λεχέων;
Philodemus
τὸν σιγῶντα, Φιλαινί, συνίστορα τῶν ἀλαλήτων
1
λύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου,
ἔξιθι· μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησεν
ἔμπνουν καὶ πηκτὴν κλεῖε, Φιλαινί, θύρην.
καὶ σύ, φίλη Ξανθώ, με· σὺ δʼ, ὦ φιλεράστρια κοίτη,
5
ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα.
Statyllius Flaccus
ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων
1
οὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ,
ἧς παρὰ νῦν λεχέεσσι μαραίνομαι, εἰς ἐπιόρκου
παντοπαθῆ κούρης αἴσχεα δερκόμενος.
Φλάκκε, σὲ δʼ ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι·
5
ἄμφω δʼ ἀλλήλων ἄνδιχα καιόμεθα.
Callimachus
ὤμοσε Καλλίγνωτος Ἰωνίδι, μήποτε κείνης
1
ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι
ὅρκους.μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.
νῦν δʼ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί· τῆς δὲ ταλαίνης
5
νύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδʼ ἀριθμός. .
Asclepiades
λύχνε, σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλεια
1
ἥξειν, κοὐχ ἥκει· λύχνε, σὺ δʼ, εἰ θεὸς εἶ,
τὴν δολίην ἀπάμυνον ὅταν φίλον ἔνδον ἔχουσα
παίζῃ, ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε.
Meleager
νὺξ ἱερὴ καὶ λύχνε, συνίστορας οὔτινας ἄλλους
1
ὅρκοις, ἀλλʼ ὑμέας, εἱλόμεθʼ ἀμφότεροι
χὠ μὲν ἐμὲ στέρξειν, κεῖνον δʼ ἐγὼ οὔ ποτε λείψειν
ὠμόσαμεν κοινὴν δʼ εἴχετε μαρτυρίην.
νῦν δʼ ὁ μὲν μὲν ὅρκια φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι,
5
λύχνε, σὺ δʼ ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων.
Rufinus
Ῥουφῖνος τῇ μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ
1
χαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.
οὐκέτι βαστάζω, μὰ τὰ σ’ ὄμματα, τὴν φιλέρημον
καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην
ἀλλʼ αἰεὶ δακρύοισι πεφυρμένος ἢ πὶ Κορησσὸν
5
ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.
αὔριον ἀλλὰ πάτρη με δεδέξεται· ἐς δὲ σὸν ὄμμα
πτήσομαι, ἐρρῶσθαι μυρία σ’ εὐχόμενος.
Alcaeus
ἐχθαίρω τὸν Ἔρωτα· τί γὰρ βαρὺς οὐκ ἐπὶ θῆρας
1
ὄρνυται, ἀλλʼ ἐπʼ ἐμὴν ἰοβολεῖ κραδίην;
τί πλέον, εἰ θεὸς ἄνδρα καταφλέγεί; ἢ τί τὸ σεμνὸν
δῃώσας ἀπʼ ἐμῆς ἆθλον ἔχει κεφαλῆς;
Rufinus
λουσάμενοι, Προδίκη, πυκασώμεθα, καὶ τὸν ἄκρατον
1
ἕλκωμεν, κύλικας μείζονας αἰρόμενοι.
βαιὸς ὁ χαιρόντων ἐστὶν βίος· εἶτα τὰ λοιπὰ
γῆρας κωλύσει, καὶ τὸ τέλος θάνατος.
Philodemus
ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας,
1
ἀλλʼ ἔτι κυανέων σύρμα μένει πλοκάμων,
κἠν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν
ἕστηκεν, μίτρης γυμνὰ περιδρομάδος,
καὶ χρὼς ἀρρυτίδωτος ἔτʼ ἀμβροσίην, ἔτι πειθὼ
5
πᾶσαν, ἔτι στάζει μυριάδας χαρίτων.
ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετʼ ἐρασταί,
δεῦρʼ ἴτε, τῆς ἐτέων ληθόμενοι δεκάδος.
Rufinus
Εὐρώπης τὸ φίλημα, καὶ ἢν ἄχρι χείλεος ἔλθῃ,
1
ἡδύ γε, κἂν ψαύσῃ μοῦνον ἄκρου στόματος·
ψαύει δʼ οὐκ ἄκροις τοῖς χείλεσιν, ἀλλʼ ἐρίσασα
τὸ στόμα τὴν ψυχὴν ἐξ ὀνύχων ἀνάγει.
Rufinus
ποῦ νῦν Πραξιτέλης; ποῦ δʼ αἱ χέρες αἱ Πολυκλείτου,
1
αἱ ταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι ;
τίς πλοκάμους Μελίτης εὐώδεας, ἢ πυρόεντα
ὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται;
ποῦ πλάσται; ποῦ δʼ εἰσὶ λιθοξόοι; ἔπρεπε τοίῃ
5
μορφῇ νηὸν ἔχειν, ὡς μακάρων ξοάνῳ.
Marcus Argentarius
μήνη χρυσόκερως, δέρκευ τάδε, καὶ περιλαμπεῖς
1
ἀστέρες, οὓς κόλποις Ὠκεανὸς δέχεται,
ὥς με μόνον προλιποῦσα μυρόπνοος ᾤχετʼ Ἀρίστη·
ἑκταίην δʼ εὑρεῖν τὴν μάγον οὐ δύναμαι.
ἀλλʼ ἔμπης αὐτὴν ζωγρήσομεν, ἢν ἐπιπέμψω
5
Κύπριδος ἰχνευτὰς ἀργυρέους σκύλακας.
Gaetulicus I
ἀγχιάλου ῥηγμῖνος ἐπίσκοπε, σοὶ τάδε πέμπω
1
ψαιστία καὶ λιτῆς δῶρα θυηπολίης·
αὔριον Ἰονίου γὰρ ἐπὶ πλατὺ κῦμα περήσω,
σπεύδων ἡμετέρης κόλπον ἐς Εἰδοθέης·
οὔριος ἀλλʼ ἐπίλαμψον ἐμῷ καὶ ἔρωτι καὶ ἱστῷ,
5
δεσπότι καὶ θαλάμων, Κύπρι, καὶ ἠιόνων.
Rufinus
μᾶλλον τῶν σοβαρῶν τὰς δουλίδας ἐκλεγόμεσθα,
1
οἱ μὴ τοῖς σπαταλοῖς κλέμμασι τερπόμενοι.
ταῖς μὲν χρὼς ἀπόδωδε μύρου, σοβαρόν τε φρύαγμα,
καὶ μέχρι † κινδύνου ἑσπομένη σύνοδος·
ταῖς δὲ χάρις καὶ χρὼς ἴδιος, καὶ λέκτρον ἑτοῖμον,
5
δώροις ἐκ σπατάλης οὐκ † ἀλεγιζόμενον.
μιμοῦμαι Πύρρον τὸν Ἀχιλλέος, ὃς προέκρινεν
Ἑρμιόνης ἀλόχου τὴν λάτριν Ἀνδρομάχην.
Rufinus
οὐκέτι παιδομανὴς ὡς πρίν ποτε, νῦν δὲ καλοῦμαι
1
θηλυμανής, καὶ νῦν δίσκος ἐμοὶ κρόταλον·
ἀντὶ δέ μοι παίδων ἀδόλου χροὸς ἤρεσε γύψου
χρώματα, καὶ φύκους ἄνθος ἐπεισόδιον.
βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος,
5
καὶ πολιὸν πόντου κῦμα θοὰς ἐλάφους.
Honestus
οὔτε με παρθενικῆς τέρπει γάμος, οὔτε γεραιῆς·
1
τὴν μὲν ἐποικτείρω, τὴν δὲ καταιδέομαι.
εἴη μήτʼ ὄμφαξ, μήτʼ ἀσταφίς· ἡ δὲ πέπειρος
ἐς Κύπριδος θαλάμους ὥρια καλλοσύνη,
Rufinus
οὐκ ἔλεγον, Προδίκη,
Γηράσκομεν ; οὐ προεφώνουν
1
ἥξουσιν ταχέως αἱ διαλυσίφιλοι ;
νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες,
καὶ στόμα τὰς προτέρας οὐκέτʼ ἔχον χάριτας.
μή τις σοι, μετέωρε, προσέρχεται, ἢ κολακεύων
5
λίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα.
Rufinus
σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε, Βοῶπι,
1
ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον,
αὐτοθελῆ, πάνδουλον, ἑκούσιον, αὐτοκέλευστον,
αἰτήσοντα πικρὴν μήποτʼ ἐλευθερίην
ἄχρι, φίλη, πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲ
5
μήποτʼ ἐφʼ ἡμετέραις ἐλπίσι βασκανίη.
Callimachus
οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖς
1
κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις
οὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴν
κοιμίζεις· ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.
γείτονες οἰκτείρουσι· σὺ δʼ οὐδʼ ὄναρ . ἡ πολιὴ δὲ
5
αὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.
Meleager
ψυχή μοι προλέγει φεύγειν πόθον Ἡλιοδώρας,
1
δάκρυα καὶ ζήλους τοὺς πρὶν ἐπισταμένη.
φησὶ μὲν ἀλλὰ φυγεῖν οὔ μοι σθένος· ἡ γὰρ ἀναιδὴς
αὐτὴ καὶ προλέγει, καὶ προλέγουσα φιλεῖ.
Philodemus
ὁσσάκι Κυδίλλης ὑποκόλπιος, εἴτε κατʼ ἦμαρ,
1
εἴτʼ ἀποτολμήσας ἤλυθον ἑσπέριος,
οἶδʼ ὅτι πὰρ κρημνὸν τέμνω πόρον, οἶδʼ ὅτι ῥιπτῶ
πάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς.
ἀλλὰ τί μοι πλέον ἐστί; † γὰρ θρασύς, ἠδʼ ὅταν ἕλκῃ
5
πάντοτʼ Ἔρως, ἀρχὴν οὐδʼ ὄναρ οἶδε φόβου.
Anonymi Epigrammatici
εἴτε σε κυανέῃσιν ἀποστίλβουσαν ἐθείραις,
1
εἴτε πάλιν ξανθαῖς εἶδον, ἄνασσα, κόμαις,
ἴση ἀπʼ ἀμφοτέρων λάμπει χά̆ς. ἦ ῥά γε ταύταις
θριξὶ συνοικήσει καὶ, πολιῇσιν Ἔρως.
Rufinus
ποῦ σοι κεῖνα, Μέλισσα, τὰ χρύσεα καὶ περίοπτα
1
τῆς πολυθρυλήτου κάλλεα φαντασίης;
ποῦ δʼ ὀφρύες, καὶ γαῦρα φρονήματα, καὶ μέγας αὐχὴν,
καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;
νῦν πενιχρὴ ψαφαρή τε κόμη, παρὰ ποσσί τε τρύχη·
5
ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.
Rufinus
νῦν μοι
χαῖρε λέγεις, ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν
1
κεῖνο, τὸ τῆς λύγδου, βάσκανε, λειότερον·
νῦν μοι προσπαίζεις, ὅτε τὰς τρίχας ἠφάνικάς σου,
τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας.
μηκέτι μοι, μετέωρε, προσέρχεο, μηδὲ συνάντα·
5
ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.
Antipater
πάντα καλῶς, τό γε μήν, χρυσῆν ὅτι τὴν Ἀφροδίτην,
1
ἔξοχα καὶ πάντων εἶπεν ὁ Μαιονίδας.
ἢν μὲν γὰρ τὸ χάραγμα φέρῃς, φίλος, οὔτε θυρωρὸς
ἐν ποσίν, οὔτε κύων ἐν προθύροις δέδεται·
ἢν δʼ ἑτέρως ἔλθῃς, καὶ ὁ Κέρβερος. ὦ πλεονέκται,
5
οἱ πλούτου, πενίην ὡς ἀδικεῖτε νόμοι.
Antipater
χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε
1
πρόσθεν· παντοίη δʼ ἡ Κυθέρεια τανῦν,
καὶ χρυσοῦν τίει, καὶ χάλκεον ἄνδρʼ ἐφίλησεν,
καὶ τοὺς ἀργυρέους οὔ ποτʼ ἀποστρέφεται.
Νέστωρ ἡ Παφίη. δοκέω δʼ ὅτι καὶ Δανάῃ Ζεὺς
5
οὐ χρυσός, χρυσοῦς δʼ ἦλθε φέρων ἑκατόν.
Marcus Argentarius
ποιεῖς πάντα, Μέλισσα, φιλανθέος ἔργα μελίσσης·
1
οἶδα καὶ ἐς κραδίην τοῦτο, γύναι, τίθεμαι.
καὶ μέλι μὲν στάζεις ὑπὸ χείλεσιν ἡδὺ φιλεῦσα·
ἢν δʼ αἰτῇς, κέντρῳ τύμμα φέρεις ἄδικον.
Rufinus
πυγὰς αὐτὸς ἔκρινα τριῶν εἵλοντο γὰρʼ αὐταὶ,
1
δείξασαι γυμνὴν ἀστεροπὴν μελέων.
καὶ ῥʼ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοις
λευκῇ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίῃ·
τῆς δὲ διαιρομένης φοινίσσετο χιονέη σάρξ,.
5
πορφυρέοιο ῥόδου μᾶλλον ἐρυθροτέρη·
ἡ δὲ γαληνιόωσα χαράσσετο κύματι κωφῷ,
αὐτομάτη τρυφερῷ χρωτὶ σαλευομένη.
εἰ ταύτας ὁ κριτὴς ὁ θεῶν ἐθεήσατο πυγάς,
οὐκέτʼ ἂν οὐδʼ ἐσιδεῖν ἤθελε τὰς προτέρας.
10
Rufinus
ἤρισαν ἀλλήλαις Ῥοδόπη, Μελίτη, Ῥοδόκλεια,
1
τῶν τρισσῶν τίς ἔχει κρείσσονα μηριόνην,
καί με κριτὴν εἵλοντο· καὶ ὡς θεαὶ αἱ περίβλεπτοι
ἔστησαν γυμναί, νέκταρι λειβόμεναι.
καὶ Ῥοδόπης μὲν ἔλαμπε μέσος μηρῶν Πολύφημος
5
οἷα ῥοδὼν πολίῳ σχιζόμενος ζεφύρῳ
τῆς δὲ Ῥοδοκλείης ὑάλῳ ἴσος, ὑγρομέτωπος,
οἷα καὶ ἐν νηῷ πρωτογλυφὲς ξόανον.
ἀλλὰ σαφῶς ἃ πέπονθε Πάρις διὰ τὴν κρίσιν εἰδὼς,
τὰς τρεῖς ἀθανάτας εὐθὺ συνεστεφάνουν.
10
Rufinus
Μήτʼ ἰσχνὴν λίην περιλάμβανε, μήτε παχεῖαν
1
τούτων δʼ ἀμφοτέρων τὴν μεσότητα θέλε.
τῇ μὲν γὰρ λείπει σαρκῶν χύσις, ἡ δὲ περισσὴν
κέκτηται· λεῖπον μὴ θέλε, μηδὲ πλέον·
Nicarchus II
εὐμεγέθης πείθει με καλὴ γυνή, ἄν τε καὶ ἀκμῆς
1
ἅπτητʼ, ἄν τε καὶ ᾖ, Σιμύλε, πρεσβυτέρη.
ἡ μὲν γάρ με νέα περιλήψεται, ἡ δὲ παλαιὴ
γραῖά με καὶ ῥυσή, Σιμύλε, λειχάσεται.
Nicarchus II
οὐκ ἀποθνῄσκειν δεῖ με; τί μοι μέλει, ἤν τε ποδαγρὸς
1
ἤν τε δρομεὺς γεγονὼς εἰς Ἀίδην ὑπάγω;
πολλοὶ γάρ μʼ ἀροῦσιν. ἔα χωλόν με γενέσθαι·
τῶνδʼ ἕνεκεν γὰρ ἴδʼ ὡς οὔποτʼ ἐῶ θιάσους.
Nicarchus II
τῆς μητρὸς μὴ ἄκουε, Φιλουμένη· ἢν γὰρ ἀπέλθω
1
καὶ θῶ ἅπαξ ἔξω τὸν πόδα τῆς πόλεως,
τῶν καταπαιζόντων μὴ σχῇς λόγον, ἀλλὰ γʼ ἐκείνοις
ἐμπαίξασ’, ἄρξαι πλεῖον ἐμοῦ τι ποεῖν
πάντα λίθον κίνει. σαυτὴν τρέφε, καὶ γράφε πρός με
5
εἰς ποίην ἀκτὴν εὐφρόσυνον γέγονας.
εὐτακτεῖν πειρῶ· τὸ δʼ ἐνοίκιον, ἤν τι περισσὸν
γίνηται, καὶ ἐμοὶ φρόντισον ἱμάτιον.
ἢν ἐν γαστρὶ λάβῃς, τέκε, ναὶ τέκε μὴ θορυβηθῇς·
εὑρήσει πόθεν ἔστʼ, ἐλθὸν ἐς ἡλικίην.
10
Rufinus
τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν;
1
τίς ψυχὴν λιθίνην εἶχε, καὶ οὐκ ἔβλεπε;
μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών.
γινόμενον πᾶσαι τοῦτο ποοῦσι, τέκνον.
πλὴν ἀπὸ νῦν, ὅταν ᾖ τις ἔσω, κεῖνος δʼ ὅταν ἔξω,
5
τὸ πρόθυρον σφήνου, μὴ πάλι ταὐτὸ πάθῃς.
Rufinus
ἐκβάλλει γυμνήν τις, ἐπὴν εὕρῃ ποτὲ μοιχόν,
1
ὡς μὴ μοιχεύσας, ὡς ἀπὸ Πυθαγόρου;
εἶτα, τέκνον, κλαίουσα κατατρίψεις τὸ πρόσωπον,
καὶ παραριγώσεις μαινομένου προθύροις;
ἔκμαξαι, μὴ κλαῖε, τέκνον χεὑρήσομεν ἄλλον,
5
τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν.
Rufinus
Λέμβιον, ἡ δʼ ἑτέρα Κερκούριον, αἱ δύʼ ἑταῖραι
1
αἰὲν ἐφορμοῦσιν τῷ Σαμίων λιμένι.
ἀλλά, νέοι, πανδημὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης
φεύγεθʼ· ὁ συμμίξας καὶ καταδὺς πίεται.
Philodemus
α.
χαιρε σύ.
β.
καὶ σύ γε χαῖρε.
α.
τί δεῖ σε καλεῖν;
β.
σὲ δέ;
α.
μή πω
1
τοῦτο φιλόσπουδος.
β.
μηδὲ σύ·
α.
μὴ τινʼ ἔχεις;
β.
ἀεὶ τὸν φιλέοντα
α.
θέλεις ἅμα σήμερον ἡμῖν
δειπνεῖν;
β.
εἰ σὺ θέλεις.
α.
εὖγε· πόσου παρέσῃ;
β.
μηδέν μοι προδίδου.
α.
τοῦτο ξένον.
β.
ἀλλʼ ὅσον ἄν σοι
5
κοιμηθέντι δοκῇ, τοῦτο δός.
α.
οὐκ ἀδικεῖς.
ποῦ γίνῃ; πέμψω.
β.
καταμάνθανε.
α.
πηνίκα δʼ ἥξεις;
β.
ἣν σὺ θέλεις ὥρην.
α.
εὐθὺ θέλω.
β.
πρόαγε.
Rufinus
πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί, Θάλεια,
1
πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ·̓·
νῦν δʼ ὅτε
μοι γυμνὴ γλυκεροῖς; μελέεσσι πέπλησαι,
ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ.
θυμὲ τάλαν, τί πέπονθας; ἀνέγρεο, μηδʼ ἀπόκαμνε·
5
ζητήσεις ταύτην τὴν ὑπερευτυχίην.
Rufinus
ὄμματα μὲν χρύσεια, καὶ ὑαλόεσσα παρειή,
1
καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος,
δειρὴ λυγδινέη, καὶ στήθεα μαρμαίροντα,
καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος.
εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι,
5
τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.
Gallus
ἡ τρισὶ λειτουργοῦσα πρὸς ἓν τάχος ἀνδράσι Λύδη,
1
τῷ μὲν ὑπὲρ νηδύν, τῷ δʼ ὑπό, τῷ δʼ ὄπιθεν,
εἰσδέχομαι φιλόπαιδα, γυναικομανῆ, φιλυβριστήν.
εἰ σπεύδεις, ἐλθὼν σὺν δυσί, μὴ κατέχου.
Anonymi Epigrammatici
;Ἡράσθην, ἐφίλουν, ἔτυχον, κατέπραξʼ, ἀγαπῶμαι·
1
τίς δέ, καὶ ἧς, καὶ πῶς, ἡ θεὸς οἶδε μόνη.
Dioscorides
ὅρκον κοινὸν Ἔρωτʼ ἀνεθήκαμεν ὅρκος ὁ πιστὴν
1
Ἀρσινόης θέμενος Σωσιπάτρῳ φιλίην.
ἀλλʼ ἡ μὲν ψευδὴς κενὰ δʼ ὅρκια, τῷ δʼ ἐφυλάχθη
ἵμερος· ἡ δὲ θεῶν οὐ φανερὴ δύναμις.
θρήνους, ὦ Ὑμέναιε, παρὰ κληῖσιν ἀΰσαις
5
Ἀρσινόης, παστῷ μεμψάμενος προδότῃ].
Dioscorides
ἡ πιθανὴ μʼ ἔτρωσεν Ἀριστονόη, φίλʼ Ἄδωνι,
1
κοψαμένη τῇ σῇ στήθεα πὰρ καλύβῃ.
εἰ δώσει ταύτην καὶ ἐμοὶ χάριν, ἢν ἀποπνεύσω,
μὴ πρόφασις, σύμπλουν σύμ με λαβὼν ἀπάγου.
Dioscorides
μήποτε γαστροβαρῆ πρὸς σὸν λέχος ἀντιπρόσωπον
1
παιδογόνῳ κλίνῃς Κύπριδι τερπόμενος.
μεσσόθι γὰρ μέγα κῦμα καὶ οὐκ ὀλίγος πόνος ἔσται,
τῆς μὲν ἐρεσσομένης, σοῦ δὲ σαλευομένου.
ἀλλὰ πάλιν στρέψας ῥοδοειδέι τέρπεο πυγῇ,
5
τὴν ἄλοχον νομίσας ἀρσενόπαιδα Κύπριν.
Dioscorides
Δωρίδα τὴν ῥοδόπυγον ὑπὲρ λεχέων διατείνας
1
ἅψεσιν ἐν χλοερῖς ἀθάνατος γέγονα.
ἡ γὰρ ὑπερφυέεσσι μέσον διαβᾶσά με ποσσίν,
ἤνυσεν ἀκλινέως τὸν Κύπριδος δόλιχον;
ὄμμασι νωθρὰ βλέπουσα· τὰ δʼ ἠύτε πνεύματι φύλλα,
5
ἀμφισαλευομένης, ἔτρεμε πορφύρεα,
μέχρις ἀπεσπείσθη λευκὸν μένος ἀμφοτέροισιν,
καὶ Δωρὶς παρέτοις ἐξεχύθη μέλεσι.
Dioscorides
ἐκμαίνει χείλη με ῥοδόχροα, ποικιλόμυθα,
1
ψυχοτακῆ στόματος νεκταρέου πρόθυρα,
καὶ γλῆναι λασίαισιν ὑπʼ ὀφρύσιν ἀστράπτουσαι,
σπλάγχνων ἡμετέρων δίκτυα καὶ παγίδες,
καὶ μαζοὶ γλαγόεντες, ἐύζυγες, ἱμερόεντες,
5
εὐφυέες, πάσης τερπνότεροι κάλυκος.
ἀλλὰ τί μηνύω κυσὶν ὀστέα; μάρτυρὲς εἰσιν
τῆς ἀθυροστομίης οἱ Μίδεοι κάλαμοι.
Archias
νήπιʼ Ἔρως, πορθεῖς μὲ τὸ κρήγυον εἴς μὲ κένωσον
1
πᾶν σὺ βέλος, λοιπὴν μηκέτʼ ἀφεὶς γλυφίδα,
ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμέ, καί τινα χρῄζων
ἄλλον ὀιστεῦσαι, μηκέτʼ ἔχοις ἀκίδα.
Rufinus
παρθένος ἀργυρόπεζος ἐλούετο, χρύσεα μαζῶν
1
χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη·
πυγαὶ δʼ ἀλλήλαις περιηγέες εἱλίσσοντο,
ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι. ˘ ˘
τὸν δʼ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ
5
οὐχ ὅλον Εὐρώταν, ἀλλʼ ὅσον ἠδύνατο.
Rufinus
τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ,
1
ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν· ¯
“δώδεκά σοι βέβληκα, καὶ αὔριον ἄλλα βαλῶ σοι,
ἢ πλέον, ἠὲ πάλιν δώδεκʼ ἐπιστάμενος.”
εἶτα κελευομένη † ἦλθεν γελάσας δὲ πρὸς αὐτήν
5
εἴθε σε καὶ νύκτωρ ἐρχομένην ἐκάλουν.
Rufinus
οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν, ἀλλʼ ἔτι πολλὰ
1
λείψανα τῆς προτέρης σῴζεται ἡλικίης, ˘ ˘
καὶ χάριτες μίμνουσιν ἀγήραοι, οὐδὲ τὸ κάλλος
τῶν ἱλαρῶν μήλων ἢ ῥόδου ἐξέφυγεν.
ὦ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος.
5
Asclepiades
Νῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου,
1
πάντα τὰ πορφύροντʼ ἐν χθονὶ σεῖε νέφη.
ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δὲ μʼ ἀφῇς ζῆν,
καὶ διαδὺς τούτων χείρονα, κωμάσομαι
ἕλκει γάρ μʼ ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς,
5
Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.
Anonymi Epigrammatici
αἰετὸς ὁ Ζεὺς ἦλθεν ἐπʼ ἀντίθεον Γανυμήδην,
1
κύκνος ἐπὶ ξανθὴν μητέρα τὴν Ἑλένης.
οὕτως ἀμφότερʼ ἐστὶν ἀσύγκριτα· τῶν δύο δʼ αὐτῶν
ἄλλοις ἄλλο δοκεῖ κρεῖσσον, ἐμοὶ τὰ δύο.
Rufinus
εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον,
1
καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων,
σῶσον, ἔφην, “ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόν
καὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.”
ταῦτα λέγοντος ἔκλαυσεν ἀποψήσασα δὲ δάκρυ,
5
ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν.
Rufinus
Παλλὰς ἐσαθρήσασα καὶ Ἥρη χρυσοπέδιλος
1
Μαιονίδʼ, ἐκ κραδίης ἴαχον ἀμφότεραι·
“οὐκέτι γυμνούμεσθα· κρίσις μία ποιμένος ἀρκεῖ·
οὐ καλὸν ἡττᾶσθαι δὶς περὶ καλλοσύνης.”
Rufinus
κάλλος ἔχεις Κύπριδος;, Πειθοῦς στόμα, σῶμα καὶ ἀκμὴν
1
εἰαρινῶν Ὡρῶν, φθέγμα δὲ Καλλιόπης,
νοῦν καὶ σωφροσύνην Θέμιδος, καὶ χεῖρας Ἀθήνης·
σὺν σοὶ δʼ αἱ Χάριτες τέσσαρές εἰσι, Φίλη.
Palladas
Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς
1
θυγατέρα, Ζήνων, ἔνδον ἔχεις πόλεμον.
ζήτει Λυσίμαχον μοιχὸν φίλον, ὃς σ’ ἐλεήσας
ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.
Palladas
τοῦτο βίος, τοῦτʼ αὐτό· τρυφὴ βίος. ἔρρετʼ ἀνῖαι·
1
ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λύαιος,
ἄρτι χοροί, στέφανοί τε φιλανθέες, ἄρτι γυναῖκες·
σήμερον ἐσθλὰ πάθω· τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.
Rufinus
δαίμονες, οὐκ ᾔδειν ὅτι λούεται ἡ Κυθέρεια,
1
χερσὶ καταυχενίους λυσαμένη πλοκάμους.
ἱλήκοις, δέσποινα, καὶ ὄμμασιν ἡμετέροισι
μήποτε μηνίσῃς, θεῖον ἰδοῦσι τύπον.
νῦν ἔγνων Ῥοδόκλεια, καὶ οὐ Κύπρις. εἶτα τὸ κάλλος
5
τοῦτο πόθεν; σύ, δοκῶ, τὴν θεὸν ἐκδέδυκας.
Rufinus
πέμπω σοι, Ῥοδόκλεια, τόδε στέφος, ἄνθεσι καλοῖς
1
αὐτὸς ὑφʼ ἡμετέραις πλεξάμενος παλάμαις.
ἔστι κρίνον, ῥοδέη τε κάλυξ, νοτερὴ τʼ ἀνεμώνη,
καὶ νάρκισσος ὑγρός, καὶ κυαναυγὲς ἴον.
ταῦτα στεψαμένη, λῆξον μεγάλαυχος ἐοῦσα·
5
ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος.
Rufinus
γείτονα παρθένον εἶχον Ἀμυμώνην, Ἀφροδίτη,
1
ἥ μου τὴν ψυχὴν ἔφλεγεν οὐκ ὀλίγον.
αὕτη μοι προσέπαιξε, καί, εἴ ποτε καιρός, ἐτόλμων
ἠρυθρία. τί πλέον; τὸν πόνον ᾐσθάνετο·
ἤνυσα πολλὰ καμών. παρακήκοα νῦν ὅτι τίκτει·
5
ὥστε τί ποιοῦμεν; φεύγομεν ἢ μένομεν;
Rufinus
αὕτη πρόσθεν ἔην ἐρατόχροος, εἰαρόμασθος,
1
εὔσφυρος, εὐμήκης, εὔοφρυς, εὐπλόκαμος·
ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι,
καὶ νῦν τῶν προτέρων οὐδʼ ὄναρ οὐδὲν ἔχει,
ἀλλοτρίας δὲ τρίχας, καὶ ῥυσῶδες τὸ πρόσωπον,
5
οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.
Plato
τῷ μήλῳ βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με,
1
δεξαμένη, τῆς σῆς παρθενίης μετάδος·
εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.
Asclepiades
φείδῃ παρθενίης· καὶ τί πλέον; οὐ γὰρ ἐς ᾍδην
1
ἐλθοῦσ’ εὑρήσεις τὸν φιλέοντα, κόρη.
ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος·; ἐν δʼ Ἀχέροντι
ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.
Rufinus
ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς, ἀλλὰ τὸ σῶμα
1
κέκραγʼ ὡς βελέων δεξάμενον φαρέτρην,
καὶ βάσις ἀστατέουσα, καὶ ἄστατος ἄσθματος ὁρμή,
καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες.
ἀλλά, Πόθοι, πρὸς μητρὸς ἐϋστεφάνου Κυθερείης,
5
φλέξατε τὴν ἀπιθῆ, μέχρις ἐρεῖ
Φλέγομαι.
Marcus Argentarius
οὐκ ἔσθʼ οὗτος ἔρως, εἴ τις καλὸν εἶδος ἔχουσαν
1
βούλετʼ ἔχειν, φρονίμοις ὄμμασι πειθόμενος·
ἀλλʼ ὅστις κακόμορφον ἰδών, τετορημένος ἰοῖς
στέργει, μαινομένης ἐκ φρενὸς αἰθόμενος,
οὗτος ἔρως, πῦρ τοῦτο· τὰ γὰρ καλὰ πάντας ὁμοίως
5
τέρπει τοὺς κρίνειν εἶδος ἐπισταμένους.
Rufinus
ὑψοῦται Ῥοδόπη τῷ κάλλεϊ· κἤν ποτε “χαῖρε”
1
εἴπω, ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο.
ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι,
ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσιν.
ὦ ῥυτίδες, καὶ γῆρας ἀνηλεές, ἔλθετε θᾶσσον,
5
σπεύσατε· κἂν ὑμεῖς πείσατε τὴν Ῥοδόπην,
Rufinus
ὥπλισμαι πρὸς ;ἔρωτα περὶ στέρνοισι λογισμόν,
1
οὐδέ με νικήσει, μοῦνος ἐὼν πρὸς ἕνα·
θνατὸς δʼ ἀθανάτῳ συστήσομαι·
Βάκχον ἔχῃ, τί μόνος πρὸς δύʼ ἐγὼ δύναμαι;
5
Rufinus
ὄμματʼ ἔχεις Ἥρης, Μελίτη, τὰς χεῖρας Ἀθήνης,
1
τοὺς μαζοὺς Παφίης, τὰ σφυρὰ τῆς Θέτιδος.
εὐδαίμων ὁ βλέπων σε· ;τρισόλβιος ὅστις ἀκούει·
ἡμίθεος δʼ ὁ φιλῶν ἀθάνατος δʼ ὁ γαμῶν.
Anonymi Epigrammatici
εἲ μοί τις μέμφοιτο, δαείς ὅτι λάτρις Ἔρωτος
1
φοιτῶ, θηρευτὴν ὄμμασιν ἰξὸν ἔχων,
εἰδείη καὶ Ζῆνα, καὶ Ἄϊδα, τόν τε θαλάσσης
σκηπτοῦχον, μαλερῶν δοῦλον ἐόντα Πόθων,
εἰ δὲ θεοὶ τοιοίδε, θεοῖς δʼ ἐνέπουσιν ἕπεσθαι
5
ἀνθρώπους, τί θεῶν ἔργα μαθὼν ἀδικῶ;
Anonymi Epigrammatici
α.
χαῖρε κόρη.
β.
καὶ δὴ σύ.
α.
τίς ἡ προιοῦσα;
β.
τί πρὸς σέ;
1
α.
οὐκ ἀλόγως ζητῶ.
β.
δεσπότις ἡμετέρη.
α.
ἐλπίζειν ἔστι;
β.
ζητεῖς δέ τί;
α.
νύκτα.
β.
φέρεις τι;
α.
χρυσίον.
β.
Εὑθύμει.
α.
καὶ τόσον.
β.
οὐ δύνασαι.
Marcus Argentarius
τὴν ἰσχνὴν Διόκλειαν, ἀσαρκοτέρην Ἀφροδίτην,
1
ὄψεαι, ἀλλὰ καλοῖς ἤθεσι τερπομένην.
οὐ πολύ μοι τὸ μεταξὺ γενήσεται· ἀλλʼ ἐπὶ λεπτὰ
στέρνα πεσὼν, ψυχῆς κείσομαι ἐγγυτάτω.
Rufinus
μέχρι τίνος, Προδίκη, παρακλαύσομαι; ἄχρι τίνος σε
1
γουνάσομαι, στερεή, μηδὲν ἀκουόμενος;
ἤδη καὶ λευκαί σοι ἐπισκιρτῶσιν ἔθειραι,
καὶ τάχα μοι δώσεις ὡς Ἑκάβη Πριάμῳ.
Marcus Argentarius
αἶρε τὰ δίκτυα ταῦτα, κακόσχολε, μηδʼ ἐπίτηδες
1
ἰσχίον ἐρχομένη σύστρεφε, Λυσιδίκη.
εὖ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος,
πάντα δέ σου βλέπεται γυμνά, καὶ οὐ βλέπεται.
εἰ τόδε σοι χαρίεν καταφαίνεται, αὐτὸς ὁμοίως
5
ὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω.
Marcus Argentarius
ἄλλος ὁ Μηνοφίλας λέγεται παρὰ μαχλάσι κόσμος,
1
ἄλλος, ἐπεὶ πάσης γεύεται ἀκρασίης.
ἀλλʼ ἴτε Χαλδαῖοι κείνης πέλας· ἦ γὰρ ὁ ταύτης
οὐρανὸς ἐντὸς ἔχει καὶ κύνα καὶ διδύμους.
Diotimus
γραῖα, φίλη θρέπτειρα, τί μου προσιόντος ὑλακτεῖς,
1
καὶ χαλεπὰς βάλλεις δὶς τόσον εἰς ὀδύνας;
παρθενικὴν γὰρ ἄγεις περικαλλέα, τῆς ἐπιβαίνων
ἴχνεσι τὴν ἰδικὴν οἶμον ἴδʼ ὡς φέρομαι,
εἶδος ἐσαυγάζων μοῦνον γλυκύ. τίς φθόνος ὄσσων,
5
δύσμορε; καὶ μορφὰς ἀθανάτων βλέπομεν.
Philodemus
“ γινώσκω, χαρίεσσα, φιλεῖν πάνυ τὸν φιλέοντα,
1
καὶ πάλι γινώσκω τόν με δακόντα δακεῖν
μὴ λύπει με λίην στέργοντά σε, μηδʼ ἐρεθίζειν
τὰς βαρυοργήτους σοι θέλε Πιερίδας.”
τοῦτʼ ἐβόων αἰεὶ καὶ προὔλεγον ἀλλʼ ἴσα πόντῳ
5
Ἰονίῳ μύθων ἔκλυες ι;ἡμετέρων.
τοιγὰρ νῦν σὺ μὲν ὧδε μέγα κλαίουσα βαΰζεις·
ἡμεῖς δʼ ἐν κόλποις ἥμεθα Ναϊάδος.
Crinagoras
δειλαίη, τί σε πρῶτον ἔπος, τί δὲ δεύτατον εἴπω;
1
δειλαίη· τοῦτʼ ἐν παντὶ κακῷ ἔτυμον.
οἴχεαι, ὦ χαρίεσσα γύναι, καὶ ἐς εἴδεος ὥρην
ἄκρα καὶ εἰς ψυχῆς ἦθος ἐνεγκαμένη.
πρώτη σοι ὄνομʼ ἔσκεν ἐτήτυμον ἦν γὰρ ἅπαντα
5
δεύτερʼ ἀμιμήτων τῶν ἐπὶ σοὶ χαρίτων.
Antipater [Θεσσαλονικεος]
δραχμῆς Εὐρώπην τὴν Ἀτθίδα, μήτε φοβηθεὶς
1
μηδένα, μήτʼ ἄλλως ἀντιλέγουσαν, ἔχε,
καὶ στρωμνὴν παρέχουσαν ἀμεμφέα, χὠπότε χειμών,
ἄνθρακας. ἦ ῥα μάτην, Ζεῦ φίλε, βοῦς ἐγένου.
Marcus Argentarius
ἔγχει Λυσιδίκης κυάθους δέκα, τῆς δὲ ποθεινῆς
1
Εὐφράντης ἕνα μοι, λάτρι, δίδου κύαθον.
φήσεις Λυσιδίκην με φιλεῖν πλέον. οὐ μὰ τὸν ἡδὺν
Βάκχον, ὃν ἐν ταύτῃ λαβροποτῶ κύλικι·
ἀλλά μοι Εὐφράντη μία πρὸς δέκα· καὶ γὰρ ἀπείρους
5
ἀστέρας ἓν μήνης φέγγος ὑπερτίθεται.
Antiphilus
εἶπον ἐγὼ καὶ πρόσθεν, ὅτʼ ἦν ἔτι φίλτρα Τερείνης
1
νήπια,
Συμφλέξει πάντας ἀεξομένη.
οἱ δʼ ἐγέλων τὸν μάντιν. ἴδʼ, ὁ χρόνος ὃν ποτʼ ἐφώνουν,
οὗτος· ἐγὼ δὲ πάλαι τραύματος ᾐσθανόμην.
καὶ τί πάθω; λεύσσειν μέν, ὅλαι φλόγες· ἢν δʼ ἀπονεύσω,
5
φροντίδες· ἢν δʼ αἰτῶ, παρθένος. οἰχόμεθα.
Philodemus
ἠράσθην τίς δʼ οὐχί; κεκώμακα· τίς δʼ ἀμύητος
1
κώμων; ἀλλʼ ἐμάνην ἐκ τίνος; οὐχὶ θεοῦ;
ἐρρίφθω· πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνης
θρὶξ ἤδη, συνετῆς ἄγγελος ἡλικίης.
καὶ παίζειν ὅτε καιρός, ἐπαίξαμεν ἡνίκα καὶ νῦν
5
οὐκέτι, λωϊτέρης φροντίδος ἁψόμεθα.
Marcus Argentarius
ἠράσθης πλουτῶν, Σωσίκρατες· ἀλλὰ πένης ὢν
1
οὐκέτʼ ἐρᾷς· λιμὸς φάρμακον οἷον ἔχει.
ἡ δὲ πάρος σε καλεῦσα μύρον καὶ τερπνὸν Ἄδωνιν
Μηνοφίλα, νῦν σου τοὔνομα πυνθάνεται,
τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πτόλις; ἦ μόλις ἔγνως
5
τοῦτʼ ἔπος, ὡς οὐδεὶς οὐδὲν ἔχοντι φίλος.
Quintus Maecius
ἡ χαλεπὴ κατὰ πάντα Φιλίστιον, ἡ τὸν ἐραστὴν
1
μηδέποτʼ ἀργυρίου χωρὶς ἀνασχομένη,
φαίνετʼ ἀνεκτοτέρη νῦν ἢ πάρος. οὐ μέγα θαῦμα
φαίνεσθʼ ἠλλάχθαι τὴν φύσιν οὐ δοκέω.
καὶ γὰρ πρηϋτέρη ποτὲ γίνεται ἀσπὶς ἀναιδής;
5
δάκνει δʼ οὐκ ἄλλως ἢ θανατηφορίην.
Philodemus
ἠράσθην Δημοῦς Παφίης γένος· οὐ μέγα θαῦμα
1
καὶ Σαμίης Δημοῦς δεύτερον οὐχὶ μέγα·
καὶ πάλι Ναξιακῆς Δημοῦς τρίτον οὐκέτι ταῦτα
παίγνια· καὶ Δημοῦς τέτρατον Ἀργολίδος.
αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον,
5
ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχει με πόθος.
Marcus Argentarius
θῆλυς ἔρως κάλλιστος ἐνὶ θνητοῖσι τέτυκται,
1
ὅσσοις ἐς φιλίην σεμνὸς ἔνεστι νόος.
εἰ δὲ καὶ ἀρσενικὸν στέργεις πόθον, οἶδα διδάξαι
φάρμακον, ᾧ παύσεις τὴν δυσέρωτα νόσον.
στρέψας Μηνοφίλαν εὐίσχιον, ἐν φρεσὶν ἔλπου
5
αὐτὸν ἔχειν κόλποις ἄρσενα Μηνόφιλον.
Marcus Argentarius
Ἰσιὰς ἡδύπνευστε, καὶ εἰ δεκάκις μύρον ὄσδεις,
1
ἔγρεο καὶ δέξαι χερσὶ φίλαις στέφανον,
ὃν νῦν μὲν θάλλοντα, μαραινόμενον δὲ πρὸς ἠῶ
ὄψεαι, ὑμετέρης σύμβολον ἡλικίης.
Crinagoras
κἢν ῥίψῃς ἐπὶ λαιά, καὶ ἢν ἐπὶ δεξιὰ ῥίψῃς,
1
Κριναγόρη, κενεοῦ σαυτὸν ὕπερθε λέχους,
εἰ μή σοι χαρίεσσα παρακλίνοιτο Γέμελλα,
γνώσῃ κοιμηθεὶς οὐχ ὕπνον, ἀλλὰ κόπον.
Philodemus
καὶ νυκτὸς μεσάτης τὸν ἐμὸν κλέψασα σύνευνον
1
ἦλθον, καὶ πυκινῇ τεγγομένη ψακάδι.
τοὔνεκʼ ἐν ἀπρήκτοισι καθήμεθα, κοὐχὶ λαλεῦντες
εὕδομεν, ὡς εὕδειν τοῖς φιλέουσι θέμις;
Philodemus
Μικκὴ καὶ μελανεῦσα Φιλαίνιον, ἀλλὰ σελίνων
1
οὐλοτέρη, καὶ μνοῦ χρῶτα τερεινοτέρη,
καὶ κεστοῦ φωνεῦσα μαγώτερα, καὶ παρέχουσα
πάντα, καὶ αἰτῆσαι πολλάκι φειδομένη·
τοιαύτην στέργοιμι Φιλαίνιον, ἄχρις ἂν εὕρω
5
ἄλλην, ὦ χρυσέη Κύπρι, τελειοτέρην.
Diodorus
μὴ σύ γε, μηδʼ εἴ τοι πολὺ φέρτερος εἴδεται ὄσσων
1
ἀμφοτέρων, κλεινοῦ κοῦρε Μεγιστοκλέους,
κἢν στίλβῃ Χαρίτεσσι λελουμένος, ἀμφιδονοίης
τὸν καλὸν οὐ γὰρ ὁ παῖς ἤπιος οὐδʼ ἄκακος,
ἀλλὰ μέλων πολλοῖσι, καὶ οὐκ ἀδίδακτος ἐρώτων.
5
τὴν φλόγα ῥιπίζειν δείδιθι, δαιμόνιε.
Philodemus
Νυκτερινή, δίκερως, φιλοπάννυχε, φαῖνε, Σελήνη,
1
φαῖνε, διʼ εὐτρήτων βαλλομένη θυρίδων
αὔγαζε χρυσέην Καλλίστιον ἐς τὰ φιλεύντων
ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ.
ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα, Σελήνη·
5
καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων.
Philodemus
οὔπω σοι καλύκων γυμνὸν θέρος, οὐδὲ μελαίνει
1
βότρυς ὁ παρθενίους πρωτοβολῶν χάριτας·
ἀλλʼ ἤδη θοὰ τόξα νέοι θήγουσιν Ἔρωτες,
Λυσιδίκη, καὶ πῦρ τύφεται ἐγκρύφιον.
φεύγωμεν, δυσέρωτες, ἕως βέλος οὐκ ἐπὶ νευρῇ·
5
μάντις ἐγὼ μεγάλης αὐτίκα πυρκαϊῆς.
Lollius Bassus
οὐ μέλλω ῥεύσειν χρυσός ποτε· βοῦς δὲ γένοιτο
1
ἄλλος, χὠ μελίθρους κύκνος ἐπῃόνιος.
Ζηνὶ φυλασσέσθω τάδε παίγνια· τῇ δὲ Κορίννῃ
τοὺς ὀβολοὺς δώσω τοὺς δύο, κοὐ πέτομαι.
Philodemus
πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα,
1
καὶ βινεῖ φρίσσων, καὶ μὰ τὸν οὐδὲ καλὴν
πέντε δʼ ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ,
καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς.
πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω, ἢ τό γε λοιπὸν
5
τοὺς κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν.
Marcus Argentarius
παρθένον Ἀλκίππην ἐφίλουν μέγα, καί ποτε πείσας
1
αὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ.
ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο, μή τις ἐπέλθῃ,
μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσοτέρων.
μητέρα δʼ οὐκ ἔλαθεν κείνης λάλον ἀλλʼ ἐσιδοῦσα
5
ἐξαπίνης,
Ἑρμῆς κοινός, ἔφη.
θύγατερ.
Marcus Argentarius
στέρνα περὶ στέρνοις, μαστῷ δʼ ἔπι μαστὸν ἐρείσας,
1
χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας
Ἀντιγόνης, καὶ χρῶτα λαβὼν πρὸς χρῶτα, τὰ λοιπὰ
σιγῶ, μάρτυς ἐφʼ οἷς λύχνος ἐπεγράφετο.
Automedon
τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοις
1
σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων,
αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται, οὐδʼ ὅτι βάλλει
τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας·
ἀλλʼ ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι
5
οἶδε, καὶ οὐ φεύγει γηραλέας ῥυτίδας.
γλωττίζει, κνίζει, περιλαμβάνει· ἢν δʼ ἐπιρίψῃ
τὸ σκέλος, ἐξ ᾅδου τὴν κορύνην ἀνάγει.
Quintus Maecius
τί στυγνή; τί ταῦτα κόμης εἰκαῖα, Φιλαινί,
1
σκύλματα, καὶ νοτερῶν σύγχυσις ὀμματίων;
μὴ τὸν ἐραστὴν εἶδες ἔχονθʼ ὑποκόλπιον ἄλλην;
εἶπον ἐμοί· λύπης φάρμακʼ ἐπιστάμεθα.
δακρύεις, οὐ φὴς δέ· μάτην ἀρνεῖσθʼ ἐπιβάλλῃ·
5
ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι.
Philodemus
ψαλμός, καὶ λαλιή, καὶ κωτίλον ὄμμα, καὶ ᾠδὴ
1
Ξανθίππης, καὶ πῦρ ἄρτι καταρχόμενον,
ὦ ψυχή, φλέξει σε· τὸ δʼ ἐκ τίνος, ἢ πότε, καὶ πῶς,
οὐκ οἶδα· γνώσῃ, δύσμορε, τυφομένη.
Philodemus
ὦ ποδός, ὦ κνήμης, ὦ τῶν ἀπόλωλα δικαίως
1
μηρῶν, ὦ γλουτῶν, ὦ κτενός, ὦ λαγόνων,
ὦ ὤμοιν, ὦ μαστῶν, ὦ τοῦ ῥαδινοῖο τραχήλου,
ὦ χειρῶν, ὦ τῶν μαίνομαι ὀμματίων,
ὦ κατατεχνοτάτου κινήματος, ὦ περιάλλων
5
γλωττισμῶν, ὦ τῶν θῦʼ ἐμὲ φωναρίων.
εἰ δʼ Ὀπικὴ καὶ Φλῶρα καὶ οὐκ ᾄδουσα τὰ Σαπφοῦς,
καὶ Περσεὺς Ἰνδῆς ἠράσατʼ Ἀνδρομέδης.
Quintus Maecius
Ὤμοσ’ ἐγώ, δύο νύκτας ἀφʼ Ἡδυλίου, Κυθέρεια,
1
σὸν κράτος, ἡσυχάσειν ὡς δοκέω δʼ, ἐγέλας,
τοὐμὸν ἐπισταμένη τάλανος κακὸν οὐ γὰρ ὑποίσω
τὴν ἑτέρην, ὅρκους δʼ εἰς ἀνέμους τίθεμαι.
αἱροῦμαι δʼ ἀσεβεῖν κείνης χάριν, ἢ τὰ σὰ τηρῶν
5
ὅρκιʼ ἀποθνῄσκειν, πότνιʼ, ὑπʼ εὐσεβίης.
Posidippus
Κεκροπὶ ῥαῖνε λάγυνε πολύδροσον ἰκμάδα Βάκχου,
1
ῥαῖνε· δροσιζέσθω συμβολικὴ πρόποσις.
σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος, ἅ τε Κλεάνθους
μοῦσα μέλοι δʼ ἡμῖν ὁ γλυκύπικρος ἔρως.
Anonymi Epigrammatici
στρογγύλη, εὐτόρνευτε, μονούατε, μακροτράχηλε,
1
ὑψαύχην, στεινῷ φθεγγομένη στόματι,
Βάκχου καὶ Μουσέων ἱλαρὴ λάτρι καὶ Κυθερείης,
ἡδύγελως, τερπνὴ συμβολικῶν ταμίη,
τίφθʼ ὁπόταν νήφω, μεθύεις σύ μοι, ἢν δὲ μεθυσθῶ,
5
ἐκνήφεις; ἀδικεῖς συμποτικὴν φιλίην.
Meleager
ἔγχει, καὶ πάλιν εἰπέ, πάλιν, πάλιν
Ἡλιοδώρας
1
εἰπέ, σὺν ἀκρήτῳ τὸ γλυκὺ μίσγʼ ὄνομα·
καί μοι τὸν βρεχθέντα μύροις καὶ χθιζὸν ἐόντα,
μναμόσυνον κείνας ἀμφιτίθει στέφανον.
δακρύει φιλέραστον ἰδοὺ ῥόδον, οὕνεκα κείναν
5
ἄλλοθι, κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.
Meleager
ἔγχει τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας,
1
καὶ πάλι τᾶς αὐτᾶς ἁδυλόγω Χάριτος.
αὐτὰ γὰρ μίʼ ἐμοὶ γράφεται θεός, ἇς τὸ ποθεινὸν
οὔνομʼ ἐν ἀκρήτῳ συγκεράσας πίομαι.
Dioscorides
ἵππον Ἀθήνιον ᾖσεν ἐμοὶ κακόν ἐν πυρὶ πᾶσα
1
Ἴλιος ἦν, κἀγὼ κείνῃ ἅμʼ ἐφλεγόμαν,
οὐ δείσας Δαναῶν δεκέτη πόνον ἐν δʼ ἑνὶ φέγγει
τῷ τότε καὶ Τρῶες κἀγὼ ἀπωλόμεθα.
Meleager
ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις,
1
Ζηνοφίλα, ναὶ Πᾶνʼ , ἁδὺ κρέκεις τι μέλος.
ποῖ σε φύγω; πάντῃ με περιστείχουσιν Ἔρωτες,
οὐδʼ ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον.
ἢ γάρ μοι μορφὰ βάλλει πόθον, ἢ πάλι μοῦσα,
5
ἢ χάρις, ἢ
τί λέγω; πάντα πυρὶ φλέγομαι.
Meleager
Ἡδυμελεῖς Μοῦσαι σὺν πηκτίδι, καὶ λόγος ἔμφρων
1
σὺν Πειθοῖ, καὶ Ἔρως Κάλλος ὑφηνιοχῶν,
Ζηνοφίλα, σαὶ σκῆπτρα Πόθων ἀπένειμαν, ἐπεί σοι
αἱ τρισσαὶ Χάριτες τρεῖς ἔδοσαν χάριτας.
Meleager
ἤδη λευκόιον θάλλει, θάλλει δὲ φίλομβρος
1
νάρκισσος, θάλλει δʼ οὐρεσίφοιτα κρίνα
ἤδη δʼ ἡ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος,
Ζηνοφίλα Πειθοῦς ἡδὺ τέθηλε ῥόδον.
λειμῶνες, τί μάταια κόμαις ἔπι φαιδρὰ γελᾶτε;
5
ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων.
Asclepiades
αὐτοῦ μοι στέφανοι παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ
1
μίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι,
οὓς δακρύοις κατέβρεξα· κάτομβρα γὰρ ὄμματʼ ἐρώντων
ἀλλʼ, ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης,
στάξαθʼ ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν % ἄμεινον
5
ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα.
Callimachus
τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις
1
ἄρτι ποτεπλάσθη, κἦτι μύροισι νοτεῖ
εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,
ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.
Meleager
Πλέξω λευκόιον, πλέξω δʼ ἁπαλὴν ἅμα μύρτοις
1
νάρκισσον, πλέξω καὶ τὰ γελῶντα κρίνα,
πλέξω καὶ κρόκον ἡδὺν ἐπιπλέξω δʼ ὑάκινθον
πορφυρέην, πλέξω καὶ φιλέραστα ῥόδα,
ὡς ἂν ἐπὶ κροτάφοις μυροβοστρύχου Ἡλιοδώρας
5
εὐπλόκαμον χαίτην ἀνθοβολῇ στέφανος.
Meleager
τίς μοι Ζηνοφίλαν λαλιὰν παρέδειξεν ἑταίραν;
1
τίς μίαν ἐκ τρισσῶν ἤγαγέ μοι Χάριτα;
ἦ ῥʼ ἐτύμως ἁνὴρ κεχαρισμένον ἄνυσεν ἔργον,
δῶρα διδούς, καὐτὰν τὰν Χάριν ἐν χάριτι.
Asclepiades
Ὡμολόγησ’ ἥξειν εἰς νύκτα μοι ἡ πιβόητος
1
Νικώ, καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον
κοὐχ ἥκει, φυλακὴ δὲ παροίχεται. ἆρʼ ἐπιορκεῖν
ἤθελε; τὸν λύχνον, παῖδες, ἀποσβέσατε.
Meleager
Ὀξυβόαι κώνωπες, ἀναιδέες, αἵματος ἀνδρῶν
1
σίφωνες, νυκτὸς κνώδαλα διπτέρυγα,
βαιὸν Ζηνοφίλαν, λίτομαι, πάρεθʼ ἥσυχον ὕπνον
εὕδειν, τἀμὰ δʼ ἰδοὺ σαρκοφαγεῖτε μέλη,
καίτοι πρὸς τί μάτην αὐδῶ; καὶ θῆρες ἄτεγκτοι
5
τέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι.
ἀλλʼ ἔτι νῦν προλέγω, κακὰ θρέμματα, λήγετε τόλμης,
ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν.
Meleager
Πταίης μοι, κώνωψ, ταχὺς ἄγγελος, οὔασι δʼ ἄκροις
1
Ζηνοφίλας ψαύσας προσψιθύριζε τάδε·
ἄγρυπνος “μίμνει σε· σὺ δʼ, ὦ λήθαργε φιλούντων,
εὕδεις.” εἶα, πέτευ; ναί, φιλόμουσε, πέτευ·
ἥσυχα δὲ φθέγξαι, μὴ καὶ σύγκοιτον ἐγείρας
5
κινήσῃς ἐπʼ ἐμοὶ ζηλοτύπους ὀδύνας,
ἢν δʼ ἀγάγῃς τὴν παῖδα, δορᾷ στέψω σε λέοντος,
κώνωψ, καὶ δώσω χειρὶ φέρειν ῥόπαλον.
Asclepiades
Νικαρέτης τὸ πόθοισι βεβαμμένον ἡδὺ πρόσωπον,
1
πυκνὰ διʼ ὑψορόφων φαινόμενον θυρίδων,
αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροις ἐμάραναν,
Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί.
Asclepiades
Ἑρμιόνῃ πιθανᾖ ποτʼ ἐγὼ συνέπαιζον, ἐχούσῃ
1
ζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη,
χρύσεα γράμματʼ ἔχον
διόλου δʼ ἐγέγραπτο, “ φίλει με·
καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μʼ ἕτερος.”
Simonides
Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἳ ποτʼ ἐρασταί,
1
σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν.
ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν
καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.
Meleager
Δημὼ λευκοπάρειε, σὲ μέν τις ἔχων ὑπόχρωτα
1
τέρπεται· ἁ δʼ ἐν ἐμοὶ νῦν στενάχει κραδία.
εἰ δέ σε σαββατικὸς κατέχει πόθος, οὐ μέγα θαῦμα·
ἔστι καὶ ἐν ψυχροῖς σάββασι θερμὸς ἔρως.
Hedylus
Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους
1
γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι,
Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕνʼ ἑκάστη,
γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον.
ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης
5
φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.
Asclepiades
ἡ λαμυρὴ μʼ ἔτρωσε Φιλαίνιον εἰ δὲ τὸ τραῦμα
1
μὴ σαφές, ἀλλʼ ὁ πόνος δύεται εἰς ὄνυχα.
οἴχομʼ, Ἔρωτες, ὄλωλα, διοίχομαι· εἰς γὰρ ἑταίραν
νυστάζων ἐπέβην, οἶδʼ, ἔθιγον τʼ Ἀίδα.
Meleager
Ἀνθοδίαιτε μέλισσα, τί μοι χροὸς Ἡλιοδώρας
1
ψαύεις, ἐκπρολιποῦσ’ εἰαρινὰς κάλυκας;
ἦ σύ γε μηνύεις ὅτι καὶ γλυκὺ καὶ δυσύποιστον,
πικρὸν ἀεὶ κραδίᾳ, κέντρον Ἔρωτος ἔχει;
ναὶ δοκέω, τοῦτʼ εἶπας. ἰώ, φιλέραστε, παλίμπους
5
στεῖχε· πάλαι τὴν σὴν οἴδαμεν ἀγγελίην.
Asclepiades
νύξ· σὲ γὰρ οὐκ ἄλλην μαρτύρομαι, οἷά μʼ ὑβρίζει
1
Πυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτις·
κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα. ταὐτὰ παθοῦσα
σοὶ μέμψαιτʼ ἔτʼ ἐμοῖς στᾶσα παρὰ προθύροις,
Meleager
ἓν τόδε, παμμήτειρα θεῶν, λίτομαί σε, φίλη Νύξ,
1
ναὶ λίτομαι, κώμων σύμπλανε, πότνια Νύξ,
εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώρας
θάλπεται, ὑπναπάτῃ χρωτὶ χλιαινόμενος,
κοιμάσθω μὲν λύχνος· ὁ δʼ ἐν κόλποισιν ἐκείνης
5
ῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων.
Meleager
ὦ Νύξ, ὦ φιλάγρυπνος ἐμοὶ πόθος Ἡλιοδώρας,
1
καὶ † σκολιῶν ὄρθρων κνίσματα δακρυχαρῆ,
ἆρα μένει στοργῆς ἐμὰ λείψανα, καὶ τὸ φίλημα
μνημόσυνον ψυχρᾷ θάλπετʼ ἐν εἰκασίᾳ;
ἆρά γʼ ἔχει σύγκοιτα τὰ δάκρυα, κἀμὸν ὄνειρον
5
ψυχαπάτην στέρνοις ἀμφιβαλοῦσα φιλεῖ;
ἢ νέος ἄλλος ἔρως, νέα παίγνια; μήποτε, λύχνε,
ταῦτʼ ἐσίδῃς, εἴης δʼ ἧς παρέδωκα φύλαξ.
Asclepiades
ὑετὸς ἦν καὶ νύξ, καὶ τὸ τρίτον ἄλγος ἔρωτι,
1
οἶνος· καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος.
ἀλλʼ ὁ καλὸς Μόσχος πλέον ἴσχυεν. “αἰ σὺ γὰρ οὕτως
ἤλυες, οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας.”
τῇδε τοσαῦτʼ ἐβόησα βεβρεγμένος· “ἄχρι τίνος, Ζεῦ;
5
Ζεῦ φίλε, σίγησον καὐτὸς ἐρᾶν ἔμαθες.”
Anonymi Epigrammatici
καὶ πυρὶ καὶ νιφετῷ με καί, εἰ βούλοιο, κεραυνῷ
1
βάλλε, καὶ εἰς κρημνοὺς ἕλκε καὶ εἰς πελάγη·
τὸν γὰρ ἀπαυδήσαντα πόθοις καὶ Ἔρωτι δαμέντα
οὐδὲ Διὸς τρύχει πῦρ ἐπιβαλλόμενον.
Asclepiades
ἡδὺ θέρους διψῶντι χιὼν ποτόν ἡδὺ δὲ ναύταις
1
ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν ζέφυρον·
ἥδιον δʼ ὁπόταν κρύψῃ] μία τοὺς φιλέοντας
χλαῖνα, καὶ αἰνῆται Κύπρις ὑπʼ ἀμφοτέρων.
Nossis
ἅδιον οὐδὲν ἔρωτος, ἃ δʼ ὄλβια, δεύτερα πάντα
1
ἐστὶν ἀπὸ στόματος δʼ ἔπτυσα καὶ τὸ μέλι.
τοῦτο λέγει Νοσσίς· τίνα δʼ ἁ Κύπρις οὐκ ἐφίλασεν,
οὐκ οἶδεν κήνα γʼ ἄνθεα ποῖα ῥόδα.
Meleager
τὸ σκύφος ἁδὺ γέγηθε, λέγει δʼ ὅτι τᾶς φιλέρωτος
1
Ζηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος.
ὄλβιον εἴθʼ ὑπʼ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσα
ἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι.
Meleager
ὄρθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστης
1
ἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;
εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης,
ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.
ἤδη γὰρ καὶ πρόσθεν ἐπʼ Ἀλκμήνῃ Διὸς ἦλθες
5
ἀντίος· οὐκ ἀδαής ἐσσι παλινδρομίης.
Meleager
ὄρθρε, τί νῦν, δυσέραστε, βραδὺς περὶ κόσμον ἑλίσσῃ,
1
ἄλλος ἐπεὶ Δημοῦς θάλπεθʼ ὑπὸ χλανίδι;
ἀλλʼ ὅτε τὰν ῥαδινὰν κόλποις ἔχον, ὠκὺς ἐπέστης,
ὡς βάλλων ἐπʼ ἐμοὶ φῶς ἐπιχαιρέκακον.
Meleager
εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος. εἴθʼ ἐπὶ σοὶ νῦν
1
ἄπτερος εἰσῄεινὝπνος ἐπὶ βλεφάροις,
ὡς ἐπὶ σοὶ μηδʼ οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων,
φοιτήσαι, κάτεχον δʼ αὐτὸς ἐγώ σε μόνος.
Meleager
οἶδʼ ὅτι μοι κενὸς ὅρκος, ἐπεὶ σέ γε τὴν φιλάσωτον
1
μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος,
μηνύει δʼ ἄγρυπνον ἰδοὺ βεβαρημένον ὄμμα,
καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος·
ἔσκυλται δʼ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος,
5
πάντα δʼ ὑπʼ ἀκρήτου γυῖα σαλευτὰ φαρεῖς.
ἔρρε, γύναι πάγκοινε· καλεῖ σε γὰρ ἡ φιλόκωμος
πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.
Meleager
δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω,
1
καὶ πάλιν, οἰμώζων πολλάκι,
δεινὸς Ἔρως ;
ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ, καὶ πυκνὰ κακισθεὶς
ἥδεται· ἢν δʼ εἴπω λοίδορα, καὶ τρέφεται.
θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσα
5
κύματσς, ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας.
Meleager
κηρύσσω τὸν ἔρωτα, τὸν ἄγριον ἄρτι γὰρ ἄρτι
1
ὀρθρινὸς ἐκ κοίτας ᾤχετʼ ἀποπτάμενος.
ἔστι δʼ ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής,
σιμὰ γελῶν, πτερόεις νῶτα, φαρετροφόρος.
πατρὸς δʼ οὐκέτʼ ἔχω φράζειν τίνος· οὔτε γὰρ Αἰθήρ,
5
οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος·
πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλʼ ἐσορᾶτε
μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα.
καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. οὔ με λέληθας,
τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος.
10
3
Meleager
Πωλείσθω, καὶ ματρὸς ἔτʼ ἐν κόλποισι καθεύδων,
1
πωλείσθω. τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν;
καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον, ἄκρα δʼ ὄνυξιν
κνίζει, καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ·
πρὸς δʼ ἔτι λοιπὸν ἄθρεπτον, ἀείλαλον, ὀξὺ δεδορκός,
5
ἄγριον, οὐδʼ αὐτῇ μητρὶ φίλῃ τιθασὸν
πάντα τέρας, τοιγὰρ πεπράσεται. εἴ τις ἀπόπλους
ἔμπορος ὠνεῖσθαι παῖδα θέλει, προσίτω.
καίτοι λίσσετʼ, ἰδού, δεδακρυμένος. οὒ σ’ ἔτι πωλῶ·
θάρσει· Ζηνοφίλᾳ σύντροφος ὧδε μένε,
10
Meleager
ναὶ τὰν Κύπριν, Ἔρως, φλέξω τὰ σὰ πάντα πυρώσας,
1
τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην
φλέξω, ναί, τί μάταια γελᾷς, καὶ σιμὰ σεσηρὼς
μυχθίζεις; τάχα που σαρδάνιον γελάσεις.
ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας,
5
χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην.
καίτοι Καδμεῖον κράτος οἴσομεν, εἴ σε πάροικον
ψυχῇ συζεύξω, λύγκα παρʼ αἰπολίοις.
ἀλλʼ ἴθι, δυσνίκητε, λαβὼν δʼ ἔπι κοῦφα πέδιλα
ἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγας.
10
Meleager
τί ξένον, εἰ βροτολοιγὸς Ἔρως τὰ πυρίπνοα τόξα
1
βάλλει, καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ;
οὐ μάτηρ στέργει μὲν Ἄρη γαμέτις δὲ τέτυκται
Ἁφαίστου, κοινὰ καὶ πυρὶ καὶ ξίφεσιν;
ματρὸς δʼ οὐ μάτηρ ἀνέμων μάστιξι Θάλασσα
5
τραχὺ βοᾷ; γενέτας δʼ οὔτε τις οὔτε τινός.
τοὔνεκεν Ἁφαίστου μὲν ἔχει φλόγα. κύμασι δʼ ὀργὰν
στέρξεν ἴσαν, Ἄρεως δʼ αἱματόφυρτα βέλη.
Asclepiades
τῶν † καρίων ἡμῖν λάβε † κώλακας ʽἀλλὰ πόθʼ ἤξεἰ,
1
καὶ πέντε στεφάνους τῶν ῥοδίνων.
τί τὸ Πάξ;
οὐ φὴς κέρματʼ ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τις
τὸν Λαπίθην; λῃστήν, οὐ θεράποντʼ ἔχομεν.
οὐκ ἀδικεῖς; οὐδέν; φέρε τὸν λόγον ἐλθὲ λαβοῦσα,
5
Φρύνη, τὰς ψήφους. ὦ μεγάλου κινάδους.
πέντʼ οἶνος δραχμῶν ἀλλᾶς δύο
ὦτα λέγεις σκόμβροι σησαμίδες, σχάδονες.
αὔριον αὐτὰ καλῶς λογιούμεθα· νῦν δὲ πρὸς Αἴσχραν
τὴν μυρόπωλιν ἰὼν, πέντε λάβʼ ἀργυρέας.
10
εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντʼ ἐφίλησεν
ἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο.
Meleager
ἄγγειλον τάδε, Δορκάς· ἰδοὺ πάλι δεύτερον αὐτῇ
1
καὶ τρίτον ἄγγειλον, Δορκάς, ἅπαντα. τρέχε·
μηκέτι μέλλε, πέτου — βραχύ μοι, βραχύ, Δορκάς, ἐπίσχες..
Δορκάς, ποῖ σπεύδεις, πρίν σε τὰ πάντα μαθεῖν;
πρόσθες δʼ οἷς εἴρηκα πάλαι — μᾶλλον δὲ ʽτί ληρῶ;ʼ
5
μηδὲν ὅλως εἴπῃς — ἀλλʼ ὅτι — πάντα λέγε·
μὴ φείδου τὰ ἅπαντα λέγειν. καίτοι τί σε Δορκάς,
ἐκπέμπω, σὺν σοὶ καὐτός, ἰδού, προάγων;
Posidippus
τέσσαρες οἱ πίνοντες· ἐρωμένη ἔρχεθʼ ἑκάστῳ·
1
ὀκτὼ γινσμένοις ἓν Χίον οὐχ ἱκανόν.
παιδάριον, βαδίσας πρὸς Ἀρίστιον, εἰπὲ τὸ πρῶτον
ἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἄπεισι δύο
ἀσφαλέως· οἶμαι δʼ ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε·
5
ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.
Meleager
ἔγνων, οὒ μʼ ἔλαθες· τί θεούς; οὐ γάρ με λέληθας·
1
ἔγνων μηκέτι νῦν ὄμνυε· πάντʼ ἔμαθον.
ταῦτʼ ἦν, ταῦτʼ, ἐπίορκε; μόνη σὺ πάλιν, μόνη ὑπνοῖς;
ὦ τόλμης καὶ νῦν, νῦν ἔτι φησί,
μόνη.
οὐχ ὁ περίβλεπτός σε Κλέων; κἂν μὴ
τί δʼ ἀπειλῶ;
5
ἔρρε, κακὸν κοίτης θηρίον, ἔρρε τάχος.
καίτοι σοι δώσω τερπνὴν χάριν οἶδʼ ὅτι βούλει
κεῖνον ὁρᾶν αὐτοῦ δέσμιος ὧδε μένε.
Asclepiades
εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρʼ Ἀμύντου
1
γλαυκίσκους αἴτει, καὶ δέκα φυκίδια·
καὶ κυφὰς καρῖδας ʽἀριθμήσει δέ σοι αὐτόσ̓
εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι.
καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε .
5
καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.
Posidippus
μή με δόκει πιθανοῖς ἀπατᾷν δάκρυσσι, Φιλαινί.
1
οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ,
τοῦτον ὅσον παρʼ ἐμοὶ κέκλισαι χρόνον εἰ δʼ ἕτερός σε
εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.
Leonidas
οὐκ ἀδικέω τὸν Ἔρωτα. γλυκύς, μαρτύρομαι αὐτὴν
1
Κύπριν βέβλημαι δʼ ἐκ δολίου κέραος,
καὶ πᾶς τεφροῦμαι· θερμὸν δʼ ἐπὶ θερμῷ ἰάλλει
ἄτρακτον, λωφᾷ δʼ οὐδʼ ὅσον ἰοβολῶν.
χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ, κεἰ πτηνὸς ὁ δαίμων,
5
τίσομαι· ἐγκλήμων δʼ ἔσσομʼ ἀλεξόμενος;
Asclepiades
νὺξ μακρὴ καὶ χεῖμα, μέσην δʼ ἐπὶ Πλειάδα δύνει·
1
κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος,
τρωθεὶς τῆς δολίης κείνης πόθῳ· οὐ γὰρ ἔρωτα
Κύπρις, ἀνιηρὸν δʼ ἐκ πυρὸς ἧκε βέλος.
Meleager
κῦμα τὸ πικρὸν Ἔρωτος, ἀκοίμητοί τε πνέοντες
1
ζῆλοι, καὶ κώμων χειμέριον πέλαγος,
ποῖ φέρομαι; πάντῃ δὲ φρενῶν οἴακες ἀφεῖνται,
ἦ πάλι τὴν τρυφερὴν Σκύλλαν ἐποψόμεθα;
Meleager
ἄστρα, καὶ ἡ φιλέρωσι καλὸν φαίνουσα Σελήνη,
1
καὶ Νύξ, καὶ κώμων σύμπλανον ὀργάνιον,
ἆρά γε τὴν φιλάσωτον ἔτʼ ἐν κοίταισιν ἀθρήσω
ἄγρυπνον, λύχνῳ πόλλʼ ἀποκλαομένην;
ἦ τινʼ ἔχει σύγκοιτον ; ἐπὶ προθύροισι μαράνας
5
δάκρυσιν ἐκδήσω τοὺς ἱκέτας στεφάνους,
ἓν τόδʼ ἐπιγράψας· “ Κύπρι, σοὶ Μελέαγρος, ὁ μύστης
σῶν κώμων, στοργῆς σκῦλα τάδʼ ἐκρέμασεν.”
Dioscorides
ἡ τρυφερὴ μʼ ἤγρευσε Κλεὼ τὰ γαλάκτινʼ, Ἄδωνι,
1
τῇ σῇ κοψαμένη στήθεα παννυχίδι.
εἰ δώσει κἀμοὶ ταύτην χάριν, ἢν ἀποπνεύσω,
μὴ πρόφασις, σύμπλουν σύν με λαβὼν ἀπάγου.
Posidippus
αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον ἦγον Ἔρωτες,
1
Κύπριδος ἐκ χρυσέων ἐρχομένην θαλάμων,
ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου
γλυπτήν, παρθενίων βριθομένην χαρίτων
καὶ πολλοὺς τότε χερσὶν ἐπʼ ἠιθέοισιν ὀιστοὺς
5
τόξου Ἰτορφνρέης ἧκαν ἀφʼ ἁρπεδόνης.
Meleager
αἱ τρισσαὶ Χάριτες τρισσὸν στεφάνωμα συνείραν
1
Ζηνοφίλᾳ, τρισσᾶς σύμβολα καλλοσύνας·
ἁ μὲν ἐπὶ χρωτὸς θεμένα πόθον, ἁ δʼ ἐπὶ μορφᾶς
ἵμερον, ἁ δὲ λόγοις τὸ γλυκύμυθον ἔπος.
Τρισσάκις εὐδαίμων, ἇς καὶ Κύπρις ὥπλισεν εὐνὰν,
5
καὶ Πειθὼ μύθους, καὶ γλυκὺ κάλλος Ἔρως.
Meleager
ναὶ μὰ τὸν εὐπλόκαμον Τιμοῦς φιλέρωτα κίκιννον,
1
ναὶ μυρόπνουν Δημοῦς χρῶτα τὸν ὑπναπάτην,
ναὶ πάλιν Ἰλιάδος φίλα παίγνια, ναὶ φιλάγρυπνον
λύχνον, ἐμῶν κώμων πόλλʼ ἐπιδόντα τέλη,
βαιὸν ἔχω τό γε λειφθέν, Ἔρως, ἐπὶ χείλεσι πνεῦμα·
5
εἰ δʼ ἐθέλεις καὶ τοῦτʼ, εἰπέ, καὶ ἐκπτύσομαι,
Meleager
οὐ πλόκαμον Τιμοῦς, οὐ σάνδαλον Ἡλιοδώρας,
1
οὐ τὸ μυρόρραντον Δημαρίου πρόθυρον,
οὐ τρυφερὸν μείδημα βοώπιδος Ἀντικλείας,
οὐ τοὺς ἀρτιθαλεῖς Δωροθέας στεφάνους·
οὐκέτι σοὶ φαρέτρη πτερόεντας ὀιστοὺς
5
κρύπτει, Ἔρως· ἐν ἐμοὶ πάντα γάρ ἐστι βέλη.
Hedylus
οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην
1
αἱ δόλιαι, καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω,
ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα
κεῖνται, παρθενίων ὑγρὰ λάφυρα πόθων,
σάνδαλα, καὶ μαλακαί, μαστῶν ἐνδύματα, μίτραι.
5
ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια.
Anonymi Epigrammatici
ὁ κρόκος, οἵ τε μύροισιν ἔτι πνείοντες Ἀλεξοῦς
1
σὺν μίτραις κισσοῦ κυάνεοι στέφανοι
τῷ γλυκερῷ καὶ θῆλυ κατιλλώπτοντι Πριήπῳ
κεῖνται, τῆς ἱερῆς ξείνια παννυχίδος.
Anonymi Epigrammatici
Ἠγρύπνησε Λεοντὶς ἕως πρὸς καλὸν Ἑῷον
1
ἀστέρα, τῷ χρυσέῳ τερπομένη Σθενίῳ·
ἧς πάρα Κύπριδι τοῦτο τὸ σὺν Μούσαισι μελισθὲν
βάρβιτον ἐκ κείνης κεῖτʼ ἔτι παννυχίδσς.
Posidippus
πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα
1
Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων,
νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον,
ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.
Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης
5
δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν.
Asclepiades
Λυσιδίκη σοί, Κύπρι, τὸν ἱππαστῆρα μύωπα,
1
χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός,
ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασεν οὐ δὲ ποτʼ αὐτῆς
μηρὸς ἐφοινίχθη κοῦφα τινασσομένης·
ἦν γὰρ ἀκέντητος τελεοδρόμος· οὕνεκεν ὅπλον
5
σοὶ κατὰ μεσσοπύλης χρύσεον ἐκρέμασεν.
Meleager
οὐκέτι, Τιμάριον, τὸ πρὶν γλαφυροῖο κέλητος
1
πῆγμα φέρει πλωτὸν Κύπριδος εἰρεσίην·
ἀλλʼ ἐπὶ μὲν νώτοισι μετάφρενον, ὡς κέρας ἱστῷ,
κυρτοῦται, πολιὸς δʼ ἐκλέλυται πρότονος·
ἱστία δʼ αἰωρητὰ χαλᾷ σπαδονίσματα μαστῶν
5
ἐκ δὲ σάλου στρεπτὰς γαστρὸς ἔχει ῥυτίδας·
νέρθε δὲ πάνθʼ ὑπέραντλα νεώς, κοίλῃ δὲ θάλασσα
πλημμύρει, γόνασιν δʼ ἔντρομός ἐστι σάλος.
δύστανός τοι ζωὸς ἔτʼ ὢν Ἀχερουσίδα λίμνην
πλεύσετʼ ἄνωθʼ ἐπιβὰς γραὸς ἐπʼ εἰκοσόρῳ.
10
Anonymi Epigrammatici
ἴυγξ ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἕλκειν
1
ἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη,
χρυσῷ ποικιλθεῖσα, διαυγέος ἐξ ἀμεθύστου
γλυπτή, σοὶ κεῖται, Κύπρι, φίλον κτέανον,
πορφυρέης ἀμνοῦ μαλακῇ τριχὶ μέσσα δεθεῖσα,
5
τῆς Λαρισσαίης ξείνια φαρμακίδος.
Leonidas
Μηλὼ καὶ Σατύρη τανυήλικες, Ἀντιγενείδεω
1
παῖδες, ταὶ Μουσῶν εὔκολοι ἐργάτιδες·
Μηλὼ μὲν Μούσαις Πιμπληΐσι τοὺς ταχυχειλεῖς
αὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκην
ἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρων
5
σύγκωμον, κηρῷ ζευξαμένη, δόνακα,
ἡδὺν συριστῆρα, σὺν ᾧ πανεπόρφνιος ἠῶ
ηὔγασεν αὐλείοις οὐ κοτέουσα θύραις.
Asclepiades
αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτης
1
φοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις,
εἰς δʼ ἕτερʼ αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι,
μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας,
Posidippus
σῇ, Παφίη Κυθέρεια, παρʼ ᾐόνι εἶδε Κλέανδρος
1
Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην·
καιόμενος δʼ ὑπʼ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ
ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.
χὠ μὲν ἐναυάγει γαίης ἔπι· τὴν δέ, θαλάσσης
5
ψαύουσαν, πρηεῖς εἴχοσαν αἰγιαλοί.
νῦν δʼ ἴσος ἀμφοτέροις φιλίης πόθος οὐκ ἀτελεῖς γὰρ
εὐχαί, τὰς κείνης εὔξατʼ ἐπʼ ἠιόνος.
Asclepiades
τῷ θαλλῷ Διδύμη με συνήρπασεν ὤ μοι. ἐγὼ δὲ
1
τήκομαι, ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν.
εἰ δὲ μέλαινα, τί τοῦτο ; καὶ ἄνθρακες· ἀλλʼ ὅτʼ ἐκείνους
θάλψωμεν, λάμπουσ’ ὡς ῥόδεαι κάλυκες.
Posidippus
δάκρυα καὶ κῶμοι, τί μʼ ἐγείρετε, πρὶν πόδας ἆραι
1
ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν;
λήγω δʼ οὔποτʼ ἔρωτος ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης
ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος·
Meleager
αἰεί μοι δινεῖ μὲν ἐν οὔασιν ἦχος Ἔρωτος,
1
ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει·
οὐδʼ ἡ νύξ, οὐ φέγγος ἐκοίμισεν, ἀλλʼ ὑπὸ φίλτρων
ἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος.
ὦ πτανοί, μὴ καὶ ποτʼ ἐφίπτασθαι μέν, Ἔρωτες,
5
οἴδατʼ, ἀποπτῆναι δʼ οὐδʼ ὅσον ἰσχύετε;
Posidippus
Πυθιάς, εἰ μὲν ἔχει τινʼ, ἀπέρχομαι· εἰ δὲ καθεύδει
1
ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐσκαλέσαις.
εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν
ἦλθον, Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι,
Meleager
Σφαιριστὰν τὸν Ἔρωτα τρέφω· σοὶ δʼ, Ἡλιοδώρα,
1
βάλλει τὰν ἐν ἐμοὶ παλλομέναν κραδίαν.
ἀλλʼ ἄγε συμπαίκταν δέξαι Πόθον εἰ δʼ ἀπὸ σεῦ
ῥίψαις, οὐκ οἴσει τὰν ἀπάλαιστρον ὕβριν.
Meleager
λίσσομʼ, Ἔρως, τὸν ἄγρυπνον ἐμοὶ πόθον Ἡλιοδώρας
1
κοίμισον, αἰδεσθεὶς Μοῦσαν ἐμὴν ἱκέτιν.
ναὶ γὰρ δὴ τὰ σὰ τόξα, τὰ μὴ δεδιδαγμένα βάλλειν
ἄλλον, ἀεὶ δʼ ἐπʼ ἐμοὶ πτηνὰ χέοντα βέλη,
εἰ καί με κτείναις, λείψω φωνὴν προϊέντα
5
ἔρωτος ὅρα, ξεῖνε, μιαιφονίην.
Agathias Scholasticus
εἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃς
1
θυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης·
ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαι
ὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ.
ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζειν
5
καὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.
κεῖνος δʼ ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξει
οἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ,
Paulus Silentiarius
χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας
1
Ζεύς, διαδὺς Δανάας χαλκελάτους θαλάμους.
φαμὶ λέγειν τὸν μῦθον ἐγὼ τάδε· “ χάλκεα νικᾷ
τείχεα καὶ δεσμοὺς χρυσὸς ὁ πανδαμάτωρ.”
χρυσὸς ὅλους ῥυτῆρας, ὅλας κληῖδας ἐλέγχει,
5
χρυσὸς ἐπιγνάμπτει τὰς σοβαροβλεφάρους·
καὶ Δανάας ἐλύγωσεν ὅδε φρένα. μή τις ἐραστὴς
λισσέσθω Παφίαν, ἀργύριον παρέχων.
Agathias Scholasticus
τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου
1
κείραντα γλυκεροὺς τῆς ἀλόχου πλοκάμους,
ὁπλότερος Πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθης
βόστρυχα παντόλμοις χερσὶν ἐληίσατο,
καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας,
5
μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.
ζηλομανὲς τὸ κόλασμα· τί γὰρ τόσον ἤλιτε κούρη,
εἴ με κατοικτείρειν ἤθελε τειρόμενον;
σχέτλιος· ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοῦ
βλέμματος ἐνστήσας αἴθοπα βασκανίην,
10
ἀλλʼ ἔμπης τελέθει Μισούμενος· αὐτὰρ ἔγωγε
δύσκολος, οὐχ ὁρόων τὴν Περικειρομένην.
Paulus Silentiarius
Κλέψωμεν, Ῥοδόπη, τὰ φιλήματα, τὴν τʼ ἐρατεινὴν
1
καὶ περιδήριτον Κύπριδος ἐργασίην.
ἡδὺ λαθεῖν, φυλάκων τε παναγρέα κανθὸν ἀλύξαι·
φώρια δʼ ἀμφαδίων λέκτρα μελιχρότερα,
Agathias Scholasticus
εἰ καὶ νῦν πολιή σε κατεύνασε, καὶ τὸ θαλυκρὸν
1
κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης,
ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνούς,
νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας,
μηδʼ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα, μηδὲ κομάων
5
τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι.
ἀντὶ πατρὸς τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ,
καὶ νῦν ἐξαπίνης ἀντίπαλος γέγονας.
Paulus Silentiarius
μέχρι τίνος φλογόεσσαν ὑποκλέπτοντες ὀπωπὴν
1
φώριον ἀλλήλων βλέμμα τιτυσκόμεθα;
λεκτέον ἀμφαδίην μελεδήματα· κἤν τις ἐρύξῃ]
μαλθακὰ λυσιπόνου πλέγματα συζυγίης,
φάρμακον ἀμφοτέροις ξίφος ἔσσεται· ἥδιον ἡμῖν
5
ξυνὸν ἀεὶ μεθέπειν ἢ βίον ἢ θάνατον.
Agathias Scholasticus
εἰς Ἀριάδνην κιθαριστρίδα
εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσα
1
κούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις·
εἴ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνήν,
αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο·
εἰ δὲ καὶ ἀγλαΐης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴ
5
Κύπρις ἐνικήθη, κἀνεδίκαζε Πάρις.
σιγῇ ἐφ̓ʼ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσας
τῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.
Macedonius II
Φωσφόρε, μὴ τὸν Ἔρωτα βιάζεο, μηδὲ διδάσκου,
1
Ἄρεϊ γειτονέων, νηλεὲς ἦτορ ἔχειν
ὡς δὲ πάρος, Κλυμένης ὁρόων Φαέθοντα μελάθρῳ,
οὐ δρόμον ὠκυπόδην εἶχες ἐπʼ ἀντολίης,
οὕτω μοι περὶ νύκτα, μόγις ποθέοντι φανεῖσαν,
5
ἔρχεο δηθύνων ὡς παρὰ Κιμμερίοις.
Macedonius II
ἕλκος ἔχω τὸν ἔρωτα· ῥέει δέ μοι ἕλκεος ἰχώρ,
1
δάκρυον, ὠτειλῆς οὔποτε τερσομένης.
εἰμὶ γὰρ ἐκ κακότητος ἀμήχανος, οὐδὲ Μαχάων
ἤπιά μοι πάσσει φάρμακα δευομένῳ.
Τήλεφός εἰμι, κόρη, σὺ δὲ γίνεο πιστὸς Ἀχιλλεύς
5
κάλλεϊ σῷ παῦσον τὸν πόθον, ὡς ἔβαλες.
Paulus Silentiarius
ὀφθαλμοί, τέο μέχρις ἀφύσσετε νέκταρ Ἐρώτων,
1
κάλλεος ἀκρήτου ζωροπόται θρασέες;
τῆλε; διαθρέξωμεν ὅπῃ σθένος· ἐν δὲ γαλήνῃ
νηφάλια σπείσω Κύπριδι Μειλιχίῃ.
εἰ δʼ ἄρα του καὶ κεῖθι κατάσχετος ἔσσομαι οἴστρῳ,
5
γίνεσθε κρυεροῖς δάκρυσι μυδαλέοι,
ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον· ἐξ ὑμέων γάρ,
φεῦ, πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην.
Macedonius II
Ἡμερίδας τρυγόωσιν ἐτήσιον, οὐδέ τις αὐτῶν
1
τοὺς ἕλικας, κόπτων βότρυν, ἀποστρέφεται.
ἀλλά σε τὴν ῥοδόπηχυν, ἐμῆς ἀνάθημα μερίμνης,
ὑγρὸν ἐνιπλέξας ἅμματι δεσμόν;, ἔχω,
καὶ τρυγόω τὸν ἔρωτα· καὶ οὐ θέρος, οὐκ ἔαρ ἄλλο
5
οἶδα μένειν, ὅτι μοι πᾶσα γέμεις χαρίτων.
ὧδε καὶ ἡβήσειας ὅλον χρόνον εἰ δέ τις ἔλθῃ
λοξὸς ἕλιξ ῥυτίδων, τλήσομαι ὡς φιλέων.
Paulus Silentiarius
εἰπὲ τίνι πλέξεις ἔτι βόστρυχον, ἢ τίνι χεῖρας
1
φαιδρυνέεις, ὀνύχων ἀμφιτεμὼν ἀκίδα;
ἐς τί δὲ κοσμήσεις ἁλιανθέι φάρεα κόχλῳ,
μηκέτι τῆς καλῆς ἐγγὺς ἐὼν Ῥοδόπης;
ὄμμασιν οἷς Ῥοδόπην οὐ δέρκομαι, οὐδὲ φαεινῆς
5
φέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης.
Macedonius II
τὴν Νιόβην κλαίουσαν ἰδών ποτε βουκόλος ἀνὴρ
1
θάμβεεν, εἰ λείβειν δάκρυον οἶδε λίθος·
αὐτὰρ ἐμὲ στενάχοντα τόσης κατὰ νυκτὸς ὁμίχλην
ἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος.
αἴτιος ἀμφοτέροισιν ἔρως, ὀχετηγὸς ἀνίης
5
τῇ Νιόβῃ τεκέων, αὐτὰρ ἐμοὶ παθέων.
Paulus Silentiarius
χρυσῆς εἰρύσσασα μίαν τρίχα Δωρὶς ἐθείρης,
1
οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας·
αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαι
Δωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος·
ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον, ἔστενον ἤδη,
5
οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ.
καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι,
δεσπότις ἔνθʼ ἐρύσῃ, πυκνὰ μεθελκόμενος.
Macedonius II
τὸ στόμα ταῖς Χαρίτεσσι, προσώπατα δʼ ἄνθεσι θάλλει,
1
ὄμματα τῇ παφίῃ, τὼ χέρε τῇ κιθάρῃ.
συλεύεις βλεφάρων φάος ὄμμασιν, οὖας ἀοιδῇ·
πάντοθεν ἀγρεύεις τλήμονας ἠιθέους.
Paulus Silentiarius
Ἱππομένην φιλέουσα, νόον προσέρεισα Λεάνδρῳ·
1
ἐν δὲ Λεανδρείοις χείλεσι πηγνυμένη,
εἰκόνα τὴν Ξάνθοιο φέρω φρεσί· πλεξαμένη δὲ
Ξάνθον, ἐς Ἱππομένην νόστιμον ἦτορ ἄγω.
πάντα τὸν ἐν παλάμῃσιν ἀναίνομαι· ἄλλοτε δʼ ἄλλον
5
αἰὲν ἀμοιβαίοις πήχεσι δεχνυμένη,
ἀφνειὴν Κυθέρειαν ὑπέρχομαι. εἰ δέ τις ἡμῖν
μέμφεται, ἐν πενίῃ μιμνέτω οἰογάμῳ.
Macedonius II
αὔριον ἀθρήσω σε. τὸ δʼ οὔ ποτε γίνεται ἡμῖν,
1
ἠθάδος ἀμβολίης αἰὲν ἀεξομένης.
ταῦτά μοι ἱμείροντι χαρίζεαι· ἄλλα δʼ ἐς ἄλλους
δῶρα φέρεις, ἐμέθεν πίστιν ἀπειπαμένη.
ὄψομαι ἑσπερίη σε. τί δʼ ἕσπερός ἐστι γυναικῶν;
5
γῆρας ἀμετρήτῳ πληθόμενον ῥυτίδι.
Paulus Silentiarius
ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ
1
οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος,
γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων,
αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος.
δέξο με καγχαλόωσα, σοφὴν ὅτι Παλλάδα νικᾷς
5
νῦν πλέον ἢ τὸ πάρος μήλῳ ἔφʼ Ἑσπερίδων.
Macedonius II
ἦλθες ἐμοὶ ποθέοντι παρʼ ἐλπίδα· τὴν δʼ ἐνὶ θυμῷ
1
ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην,
καὶ τρομέω, κραδίη τε βυθῷ πελεμίζεται οἴστρῳ,
ψυχῆς πνιγομένης κύματι Κυπριδίῳ.
ἀλλʼ ἐμὲ τὸν ναυηγὸν ἐπʼ ἠπείροιο φανέντα
5
σῶε, τεῶν λιμένων ἔνδοθι δεξαμένη.
Paulus Silentiarius
ναὶ τάχα Τανταλέης Ἀχερόντια πήματα ποινῆς
1
ἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα.
οὐ γὰρ ἰδὼν σέο κάλλος, ἀπείργετο χείλεα μῖξαι
χείλεϊ σῷ, ῥοδέων ἁβροτέρῳ καλύκων,
Τάνταλος ἀκριτόδακρυς, ὑπερτέλλοντα δὲ πέτρον
5
δείδιεν ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται.
αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ,
ἐκ δʼ ὀλιγοδρανίης καὶ μόρον ἐγγὺς ἔχω.
Agathias Scholasticus
πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δʼ ἐπέλθῃ
1
ὄρθρος ἐλινῦσαι μικρὰ χαρίζόμενος,
ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυ
βάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι.
ὄμματα δʼ οὐ λάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθης
5
αὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.
ὦ φθονεραὶ παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγε
τὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμην
ἀλλʼ Ἴτυλον κλαίοιτε κατʼ οὔρεα, καὶ γοάοιτε
εἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι,
10
βαιὸν ἵνα κνώσσοιμεν ἴσως δέ τις ἥξει ὄνειρος,
ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.
Macedonius II
τὸ ξίφος ἐκ κολεοῖο τί σύρεται; οὐ μὰ σέ, κούρη,
1
οὐχ ἵνα τι πρήξω Κύπριδος ἀλλότριον,
ἀλλʼ ἵνα σοι τὸν Ἄρηα, καὶ ἀζαλέον περ ἐόντα,
δείξω τῇ μαλακῇ Κύπριδι πειθόμενον.
οὗτος ἐμοὶ πτοθέοντι συνέμπορος, οὐδὲ κατόπτρου
5
δεύομαι, ἐν δʼ αὐτῷ δέρκομαι αὑτὸν ἐγώ,
κἀλαὸς ὡς ἐν ἔρωτι. σὺ δʼ ἢν ἀπʼ ἐμεῖο λάθηαι,
τὸ ξίφος ἡμετέρην δύσεται ἐς λαγόνα.
Paulus Silentiarius
ἐσβέσθη φλογεροῖο πυρὸς μένος· οὐκέτι κάμνω,
1
ἀλλὰ καταθνῄσκω ψυχόμενος, Παφίῃ·
ἤδη γὰρ μετὰ σάρκα διʼ ὀστέα καὶ φρένας ἕρπει
παμφάγον ἀσθμαίνων οὗτος πικρὸς Ἔρως.
καὶ φλὸξ ἐν τελεταῖς ὅτε θύματα πάντα λαφύξῃ,
5
φορβῆς ἠπανίῃ ψύχεται αὐτομάτως.
Macedonius II
τῷ χρυσῷ τὸν ἔρωτα μετέρχομαι· οὐ γὰρ ἀρότρῳ
1
ἔργα μελισσάων γίνεται ἢ σκαπάνῃ,
ἀλλʼ ἔαρι δροσερῷ· μέλιτός γε μὲν Ἀφρογενείης
ὁ χρυσὸς τελέθει ποικίλος ἐργατίνης.
Paulus Silentiarius
Σῴζεό σοι μέλλων ἐνέπειν, παλίνορσον ἰωὴν
1
ἂψ ἀνασειράζω, καὶ πάλιν ἄγχι μένω·
σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴν
νύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα.
ἤματι γὰρ σέο φέγγος ὁμοίιον ἀλλὰ τὸ μέν που
5
ἄφθογγον σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις,
κεῖνο τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαι
εἰσὶν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες.
Eratosthenes Scholasticus
ὡς εἶδον Μελίτην, ὦχρός μʼ ἕλε· καὶ γὰρ ἀκοίτης
1
κείνη ἐφωμάρτει· τοῖα δʼ ἔλεξα τρέμων
“ τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας,
δικλίδος ὑμετέρης τὴν βάλανον χαλάσας,
καὶ δισσῶν προθύρων πλαδαρὴν κρηπῖδα περῆσαι,
5
ἄκρον ἐπιβλῆτος μεσσόθι πηξάμενος;”
ἡ δὲ λέγει γελάσασα, καὶ ἀνέρα λοξὸν ἰδοῦσα·
τῶν προθύρων ἀπέχου, μή σε κύων ὀλέσῃ.
Macedonius II
τὴν φιλοπουλυγέλωτα κόρην ἐπὶ νυκτὸς ὀνείρου
1
εἶχον, ἐπισφίγξας πήχεσιν ἡμετέροις.
πείθετό μοι ξύμπαντα, καὶ οὐκ ἀλέγιζεν, ἐμεῖο
κύπριδι παντοίῃ σώματος ἁπτομένου·
ἀλλὰ βαρύζηλός τις Ἔρως καὶ νύκτα λοχήσας
5
ἐξέχεεν φιλίην, ὕπνον ἀποσκεδάσας.
ὧδέ μοι οὐδʼ αὐτοῖσιν ἐν ὑπναλέοισιν ὀνείροις
ἄφθονός ἐστιν Ἔρως κέρδεος ἡδυγάμου.
Paulus Silentiarius
μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα, μαλθακὰ Δημώ,
1
Δωρὶς ὀδακτάζει. τίς πλέον ἐξερέθει;
οὔατα μὴ κρίνωσι φιλήματα· γευσάμενοι δὲ
τριχθαδίων στομάτων, ψῆφον ἐποισόμεθα.
ἐπλάγχθης, κραδίη· τὰ φιλήματα μαλθακὰ Δημοῦς
5
ἔγνως καὶ δροσερῶν ἡδὺ μέλι στομάτων·
μίμνʼ ἐπὶ τοῖς· ἀδέκαστον ἔχει στέφος. εἰ δέ τις ἄλλῃ
τέρπεται, ἐκ Δημοῦς ἡμέας οὐκ ἐρύσει.
Macedonius II
Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα
1
ἥσυχά μοι νεύεις· πάντα μάτην ἐρέθεις.
ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις,
μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν.
παῖζε μόνη τὸ φίλημα. μάτην πόππυζε σεαυτῇ
5
χείλεσι γυμνοτάτοις, οὔ τινι μισγομένοις.
αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι· εἰσὶ γὰρ ἄλλαι
κρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες.
Paulus Silentiarius
μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα, μαλθακὰ γυίων
1
πλέγματα χιονέων, μαλθακὰ πάντα μέλη·
ψυχὴ δʼ ἐξ ἀδάμαντος ἀπειθέος· ἄχρι γὰρ οἴων
ἔστιν ἔρως στομάτων, τἆλλα δὲ παρθενίης.
καὶ τίς ὑποτλαίη; τάχα τις τάχα τοῦτο ταλάσσας
5
δίψαν Τανταλέην τλήσεται εὐμαρέως.
Macedonius II
Παρμενὶς οὐκ ἔργῳ· τὸ μὲν οὔνομα καλὸν ἀκούσας
1
ὠισάμην σὺ δέ μοι πικροτέρη θανάτου·
καὶ φεύγεις φιλέοντα, καὶ οὐ φιλέοντα διώκεις,
ὄφρα πάλιν κεῖνον καὶ φιλέοντα φύγῃς.
κεντρομανὲς δʼ ἄγκιστρον ἔφυ στόμα, καί με δακόντα
5
εὐθὺς ἔχει ῥοδέου χείλεος ἐκκρεμέα.
Paulus Silentiarius
ὦ παλάμη πάντολμε, σὺ τὸν παγχρύσεον ἔτλης
1
ἀπρὶξ δραξαμένη βόστρυχον αὐερύσαι·
ἔτλης· οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή,
σκύλμα κόμης, αὐχὴν μαλθακὰ κεκλιμένος.
νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις·
5
οὐκέτι γὰρ μαζοῖς σὸν θέναρ ἐμπελάσει.
μή, λίτομαι, δέσποινα, τόσην μὴ λάμβανε ποινὴν
μᾶλλον ἐγὼ τλαίην φάσγανον ἀσπασίως.
Irenaeus
ὦ σοβαρὴ Ῥοδόπη, Παφίης εἴξασα βελέμνοις
1
καὶ τὸν ὑπερφίαλον κόμπον ἀπωσαμένη,
ἀγκὰς ἑλοῦσὰ μʼ ἔχεις παρὰ σὸν λέχος· ἐν δʼ ἄρα δεσμοῖς
κεῖμαι, ἐλευθερίης οὐκ ἐπιδευόμενος.
οὕτω γὰρ ψυχή τε καὶ ἔκχυτα σώματα φωτῶν
5
συμφέρεται, φιλίης ῥεύμασι μιγνύμενα.
Paulus Silentiarius
ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος· ἡδὺ κατʼ αὖ τῶν
1
ἠπιοδινήτων δάκρυ χέει βλεφάρων.
χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκλιδὸν ὤμῳ
ἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη·
μυρομένην δʼ ἐφίλησα· τὰ δʼ ὡς δροσερῆς ἀπὸ πηγῆς
5
δάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων.
εἶπε δʼ ἀνειρομένῳ,
τίνος εἵνεκα δάκρυα λείβεις;
δείδια μή με λίπῃς· ἐστὲ γὰρ ὁρκαπάται.
Irenaeus
ὄμματα δινεύεις κρυφίων ἰνδάλματα πυρσῶν,
1
χείλεα δʼ ἀκροβαφῆ λοξὰ παρεκτανύεις,
καὶ πολὺ κιχλίζουσα σοβεῖς εὐβόστρυχον αἴγλην,
ἐκχυμένας δʼ ὁρόω τὰς σοβαρὰς παλάμας.
ἀλλʼ οὐ σῆς κραδίης ὑψαύχενος ὤκλασεν ὄγκος·
5
οὔπω ἐθηλύνθης, οὐδὲ μαραινομένη.
Paulus Silentiarius
ῥίψωμεν, χαρίεσσα, τὰ φάρεα· γυμνὰ δὲ γυμνοῖς
1
ἐμπελάσει γυίοις γυῖα περιπλοκάδην·
μηδὲν ἔοι τὸ μεταξύ· Σεμιράμιδος γὰρ ἐκεῖνο
τεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθεν
στήθεα δʼ ἐζεύχθω, τὰ [τε] χείλεα· τἆλλα δὲ σιγῇ
5
κρυπτέον· ἐχθαίρω τὴν ἀθυροστομίην.
Irenaeus
τίπτε πέδον, Χρύσιλλα, κάτω νεύουσα δοκεύεις,
1
καὶ ζώνην παλάμαις οἷά περ ἀκρολυτεῖς;
αἰδὼς νόσφι πέλει τῆς Κύπριδος· εἰ δʼ ἄρα σιγᾷς,
νεύματι τὴν Παφίην δεῖξον ὑπερχομένη,
Paulus Silentiarius
ὤμοσα μιμνάζειν σέο τηλόθεν, ἀργέτι κούρη,
1
ἄχρι δυωδεκάτης, ὦ πόποι, ἠριπόλης·
οὐ δʼ ἔτλην ὁ τάλας· τὸ τὰρ αὔριον ἄμμι φαάνθη
τηλοτέρω μήνης, ναὶ μὰ σέ, δωδεκάτης.
ἀλλὰ θεοὺς ἱκέτευε, φίλη, μὴ ταῦτα χαράξαι
5
ὅρκια ποιναίης νῶτον ὑπὲρ σελίδος·
θέλγε δὲ σαῖς χαρίτεσσιν ἐμὴν φρένα· μὴ δέ με μάστιξ,
πότνα, κατασμύξῃ καὶ σέο καὶ μακάρων.
Paulus Silentiarius
εἶδον ἐγὼ ποθέοντας· ὑπʼ ἀτλήτοιο δὲ λύσσης
1
δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι,
οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος· ἱέμενοι δέ,
εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην,
ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην,
5
ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι.
καὶ ῥʼ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνος
τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων
κούρη δʼ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα
ζωσαμένη, Φοίβης εἶδος ἀπεπλάσατο.
10
καὶ πάλιν ἠρήρειστο τὰ χείλεα· γυιοβόρον γὰρ
εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης.
ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει,
στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα,
ἢ κείνους ʽφιλέοντας, ὑπʼ ἀντιπόροισὶ τʼ ἀγοστοῖς
15
ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους.
τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη,
τρὶς μάκαρ· ἀλλʼ ἡμεῖς ἄνδιχα καιόμεθα.
Paulus Silentiarius
δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις
1
ἕσπερος, ὑβριστὴν μῦθον ἐπευξαμένη.
ὕβρις ἔρωτας ἔλυσε. μάτην ὅδε μῦθος ἀλᾶται·
ὕβρις ἐμὴν ἐρέθει μᾶλλον ἐρωμανίην.
ὤμοσα γὰρ λυκάβαντα μένειν ἀπάνευθεν ἐκείνης·
5
ὦ πόποι· ἀλλʼ ἱκέτης πρώιος εὐθὺς ἔβην.
Palladas
νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου,
1
μὴ μεταβαλλομένου τῆς σοβαρᾶς ἕνεκα·
οὔτε γὰρ Εὐρώπης, οὐ τῆς Δανάης περὶ κάλλος,
οὔθʼ ἁπαλῆς Λήδης ἐστʼ ἀπολειπομένη·
εἰ μὴ τὰς πόρνας παραπέμπεται· οἶδα γὰρ αὐτὸν
5
τῶν βασιλευουσῶν παρθενικῶν φθορέα,
Paulus Silentiarius
Πρόκριτός ἐστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης
1
πάσης· ἱμείρω δʼ ἀμφὶς ἔχειν παλάμαις
μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις,
ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης.
σὸν γὰρ ἔτι φθινόττωρον ὑπέρτερον εἴαρος ἄλλης,
5
χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος.
Paulus Silentiarius
ὄμματά σευ βαρύθουσι, πόθου πνείοντα, Χαρικλοῖ,
1
οἷάπερ ἐκ λέκτρων ἄρτι διεγρομένης·
ἔσκυλται δὲ κόμη, ῥοδέης δʼ ἀμάρυγμα παρειῆς
ὦχρος ἔχει λευκός, καὶ δέμας ἐκλέλυται.
κεἰ μὲν παννυχίῃσιν ὁμιλήσασα παλαίστραις
5
ταῦτα φέρεις, ὄλβου παντὸς ὑπερπέτεται
ὅς σε περιπλέγδην ἔχε πήχεσιν εἰ δέ σε τήκει·
θερμὸς ἔρως, εἴης εἰς ἐμὲ τηκομένη.
Paulus Silentiarius
Κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα; τήκομαι οἴστρῳ
1
Ῥείης πυργοφόρου δείκελον εἰσορόων.
ἀσκεπές ἐστι κάρηνον; ἐγὼ ξανθίσμασι χαίτης
ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον.
ἀργενναῖς ὀθόνῃσι κατήορα βόστρυχα κεύθεις;
5
οὐδὲν ἐλαφροτέρη φλὸξ κατέχει κραδίην.
μορφὴν τριχθαδίην Χαρίτων τριὰς ἀμφιπολεύει·
πᾶσα δέ μοι μορφὴ πῦρ ἴδιον προχέει.
Agathias Scholasticus
εἰμί μὲν οὐ φιλόοινος· ὅταν δʼ ἐθέλῃς με μεθύσσαι,
1
πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.
εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν
εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον
πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα,
5
καί μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.
Paulus Silentiarius
φεῦ φεῦ, καὶ τὸ λάλημα τὸ μείλιχον ὁ φθόνος εἴργει,
1
βλέμμα τε λαθριδίως φθεγγομένων βλεφάρων·
ἱσταμένης δʼ ἄγχιστα τεθήπαμεν ὄμμα γεραιῆς,
οἷα πολύγληνον βουκόλον Ἰναχίης.
ἵστασο, καὶ σκοπίαζε, μάτην δὲ σὸν ἦτορ ἀμύσσου·
5
οὐ γὰρ ἐπὶ ψυχῆς ὄμμα τεὸν τανύσεις.
Agathias Scholasticus
μήποτε, λύχνε, μύκητα φέροις, μηδʼ ὄμβρον ἐγείροις,
1
μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον,
αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, καὶ γὰρ ὅθʼ Ἡρὼ
ἥρμοσε Λειάνδρῳ. . θυμέ, τὸ λοιπὸν ἔα.
Ἡφαίστου τελέθεις· καὶ πείθομαι, ὅττι χαλέπτων
5
Κύπριδα, θωπεύεις δεσποτικὴν ὀδύνην.
Paulus Silentiarius
βόστρυχον ὠμογέροντα τί μέμφεαι, ὄμματά θʼ ὑγρὰ
1
δάκρυσιν; ὑμετέρων παίγνια ταῦτα πόθων
φροντίδες ἀπρήκτοιο πόθου τάδε, ταῦτα βελέμνων
σύμβολα, καὶ δολιχῆς ἔργα νυχεγρεσίης.
καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη,
5
καὶ λαγαρὸν δειρᾖ δέρμα περικρέμαται.
ὁππόσον ἡβάσκει φλογὸς ἄνθεα, τόσσον ἐμεῖο
ἅψεα γηράσκει φροντίδι γυιοβόρῳ.
ἀλλὰ κατοικτείρασα δίδου χάριν· αὐτίκα γάρ μοι
χρὼς ἀναθηλήσει κρατὶ μελαινομένῳ,
10
Cometas Chartularius
ὄμματα Φυλλὶς ἔπεμπε κατὰ πλόον ὅρκος ἀλήτης
1
πλάζετο, Δημοφόων δʼ ἦεν ἄπιστος ἀνήρ.
νῦν δέ, φίλη, πιστὸς μὲν ἐγὼ παρὰ θῖνα θαλάσσης
Δημοφόων σὺ δὲ πῶς, Φυλλίς, ἄπιστος ἔφυς;
Paulus Silentiarius
ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ
1
ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν.
λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα
εἰς ἐμέ, καὶ μανίαις θυμὸν ἐληίσατο·
σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει,
5
καὶ ποταμῶν δῖναι, καὶ δέπας οἰνοχόον,
Agathias Scholasticus
α.
τί στενάχεις; β. φιλέω. α. τίνα; β. παρθένον. α. ἦ ῥά γε καλήν;
1
β.
καλὴν ἡμετέροις ὄμμασι φαινομένην.
α.
ποῦ δέ μιν εἰσενόησας; β. ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν
ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.
α.
ἐλπίζεις δὲ τυχεῖν; β. ναὶ, ναί, φίλος· ἀμφαδίην δὲ
5
οὐ ζητῶ φιλίην, ἀλλʼ ὑποκλεπτομένην.
α.
τὸν νόμιμον μᾶλλον φεύγεις γάμον. β. ἀτρεκὲς ἔγνων,
ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.
α.
ἔγνως; οὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ
ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;
10
Paulus Silentiarius
μηκέτι τις πτήξειε πόθου βέλος· ἰοδόκην γὰρ
1
εἰς ἐμὲ λάβρος Ἔρως ἐξεκένωσεν ὅλην.
μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν ἐξότε γάρ μοι
λὰξ ἐπιβὰς στέρνοις πικρὸν ἔπηξε πόδα,
ἀστεμφής, ἀδόνητος ἐνέζεται, οὐδὲ μετέστη,
5
εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων.
Agathias Scholasticus
δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην,
1
τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος·
εἷλκε δέ μʼ ἡ φιλέουσα· πάλιν δʼ ἐγώ, οἷά τε τις φώρ,
χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν,
ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον
5
καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.
ὀχθήσας δʼ ἄρʼ ἔειπον Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι
ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένῳ.
Paulus Silentiarius
οὔτε ῥόδον στεφάνων ἐπιδεύεται, οὔτε σὺ πέπλων,
1
οὔτε λιθοβλήτων, πότνια, κεκρυφάλων.
μάργαρα σῆς χροιῆς ἀπολείπεται, οὐδὲ κομίζει
χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐην
Ἰνδῴη δʼ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης,
5
ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην·
χείλεα δὲ δροσόεντα, καὶ ἡ μελίφυρτος ἐκείνη
στήθεος ἁρμονίη, κεστὸς ἔφυ Παφίης.
Γούτοις πᾶσιν ἐγὼ καταδάμναμαι· ὄμμασι μούνοις
θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει.
10
Macedonius II
τήν ποτε βακχεύουσαν ἐν εἴδεϊ θηλυτεράων,
1
τὴν χρυσέῳ κροτάλῳ σειομένην σπατάλην,
γῆρας ἔχει καὶ νοῦσος ἀμείλιχος· οἱ δὲ φιληταί,
οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοι
νῦν μέγα πεφρίκασι· τὸ δʼ αὐξοσέληνον ἐκεῖνο
5
ἐξέλιπεν, συνόδου μηκέτι γινομένης.
Paulus Silentiarius
μαζοὺς χερσὶν ἔχω, στόματι στόμα καὶ περὶ δειρὴν
1
ἄσχετα λυσσώων βόσκομαι ἀργυφέην,
οὔπω δʼ ἀφρογένειαν ὅλην ἕλον ἀλλʼ ἔτι κάμνω,
παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην.
ἥμισυ γὰρ Παφίῃ, τὸ δʼ ἄρʼ ἥμισυ δῶκεν Ἀθήνῃ·
5
αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων.
Agathias Scholasticus
ἡ πάρος ἀγλαΐῃσι μετάρσιος, ἡ πλοκαμῖδας
1
σειομένη πλεκτὰς, καὶ σοβαρευομένη,
ἡ μεγαλαυχήσασα καθʼ ἡμετέρης μελεδώνης,
γήραϊ ῥικνώδης, τὴν πρὶν ἀφῆκε χάριν.
μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται,
5
χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.
τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζει
ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη,
Paulus Silentiarius
τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως
θρασὺς εἰκόνα μορφῆς
1
ἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης,
φεῦ φεῦ, νῦν ἀδόκητος ἀπέπτυσας· αὐτὰρ ἐγώ τοι
γραπτὸν ἔχω ψυχῇ σῆς τύπον ἀγλαΐης.
τοῦτον καὶ Φαέθοντι καὶ Ἄϊδι, βάρβαρε, δείξω,
5
Κρῆσσαν ἐπισπέρχων εἰς σὲ δικασπολίην.
Paulus Silentiarius
Δειελινῷ χαρίεσσα Μενεκρατὶς ἔκχυτος ὕπνῳ
1
κεῖτο περὶ κροτάφους πῆχυν ἑλιξαμένη·;·
τολμήσας δʼ ἐπέβην λεχέων ὕπερ. ὡς δὲ κελεύθου
ἥμισυ κυπριδίης ἤνυον ἀσπασίως,
ἡ παῖς ἐξ ὕπνοιο διέγρετο, χερσὶ δὲ λευκαῖς
5
κράατος ἡμετέρου πᾶσαν ἔτιλλε κόμην
μαρναμένης δὲ τὸ λοιπὸν ἀνύσσαμεν ἔργον ἔρωτος.
ἡ δʼ ὑποπιμπλαμένη δάκρυσιν εἶπε τάδε·
“σχέτλιε, νῦν μὲν ἔρεξας ὅ τοι φίλον, ᾧ ἔπι πουλὺν
πολλάκι σῆς παλάμης χρυσὸν ἀπωμοσάμην
10
οἰχόμενος δʼ ἄλλην ὑποκόλπιον εὐθὺς ἑλίξεις·
ἐστὲ γὰρ ἀπλήστου κύπριδος ἐργατίναι.”
Agathias Scholasticus
σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω,
1
χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι
βάλλε δὲ σοῖς πλοκάμοισιν ἐφεσσαμένη δʼ ὑπὲρ ὤμων
στήθεϊ παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην
ναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴη
5
ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.
καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν
λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,
ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην
καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.
10
Eratosthenes Scholasticus
ἄρσενας ἄλλος ἔχοι· φιλέειν δʼ ἐγὼ οἶδα γυναῖκας,
1
ἐς χρονίην φιλίην οἷα φυλασσομένας.
οὐ καλὸν ἡβητῆρες ἀπεχθαίρω γὰρ ἐκείνην
τὴν τρίχα, τὴν φθονερήν, τὴν ταχὺ φυομένην.
Agathias Scholasticus
αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες
1
τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην,
ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ· μήτε τυχήσω,
μήτʼ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.
ἄρκια θηλυτέρων ἀλιτήματα· κεῖνα κομίσσω,
5
καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.
Paulus Silentiarius
δηθύνει Κλεόφαντις· ὁ δὲ τρίτος ἄρχεται ἤδη
1
λύχνος ὑποκλάζειν ἦκα μαραινόμενος.
αἴθε δὲ καὶ κραδίης πυρσὸς συναπέσβετο λύχνῳ,
μηδὲ μʼ ὑπʼ ἀγρύπνοις δηρὸν ἔκαιε πόθοις.
ἆ.
πόσα τὴν Κυθέρειαν ἐπώμοσεν ἕσπερος ἥξειν,
5
ἀλλʼ οὔτʼ ἀνθρώπων φείδεται, οὔτε θεῶν.
Agathias Scholasticus
ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόνον; ἦ ῥα καὶ αὐτὴ
1
κάμνεις, αὐαλέοις ὄμμασι τηκομένη;
ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲ
φροντίδος οὔτε λόγος γίνεται οὔτε ἀριθμός;
εὑρήσεις τὰ ὅμοια, τεὴν δʼ, ἀμέγαρτε, παρειὴν
5
ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.
Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· ἓν δέ τι καλὸν
ἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.
Paulus Silentiarius
χθιζά μοι Ἑρμώνασσα φιλακρήτους μετὰ κώμους
1
στέμμασιν αὐλείας ἀμφιπλέκοντι θύρας
ἐκ κυλίκων ἐπέχευεν ὕδωρ· ἀμάθυνε δὲ χαίτην,
ἣν μόλις ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην.
ἐφλέχθην δʼ ἔτι μᾶλλον ὑφʼ ὕδατος· ἐκ γὰρ ἐκείνης
5
λάθριον εἶχε κύλιξ πῦρ γλυκερῶν στομάτων.
Agathias Scholasticus
ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ
1
τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν,
ἀλλʼ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγειν
οὐ λάθε· τῶν δʼ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη·
μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν. ἐνθάδε δʼ ἔγνων
5
ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται.
Paulus Silentiarius
δάκρυά μοι σπένδουσαν ἐπήρατον οἰκτρὰ Θεανὼ
1
εἶχον ὑπὲρ λέκτρων πάννυχον ἡμετέρων
ἐξότε γὰρ πρὸς Ὄλυμπον ἀνέδραμεν ἕσπερος ἀστήρ,
μέμφετο μελλούσης ἄγγελον ἠριπόλης.
οὐδὲν ἐφημερίοις καταθύμιον· εἴ τις Ἐρώτων
5
λάτρις, νύκτας ἔχειν ὤφελε Κιμμερίων.
Agathias Scholasticus
εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη
1
ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην,
καὶ κείνην φιλέεσκεν ἐγὼ δέ τις ὡς ὀχετηγὸς
ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,
αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης
5
μάστακι ποππύζων, τηλόθεν ἀντεφίλουν.
ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ
ζώνη πορθμὸς ἔην χείλεος ἀμφοτέρου,
Paulus Silentiarius
Φράξεό μοι, Κλεόφαντις, ὅση χάρις, ὁππότε δοιοὺς
1
λάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει.
ποῖος ἄρης, ἢ τάρβος ἀπείριτον, ἠὲ τίς αἰδὼς
τούσδε διακρίνει, πλέγματα βαλλομένους;
εἴη μοι μελέεσσι τὰ Λήμνιος ἥρμοσεν ἄκμων
5
δεσμά, καὶ Ἡφαίστου πᾶσα δολορραφίη·
μοῦνον ἐγώ, χαρίεσσα, τεὸν δέμας ἀγκὰς ἑλίξας
θελγοίμην ἐπὶ σοῖς ἅψεσι βοσκόμενος
δὴ τότε καὶ ξεῖνός με καὶ ἐνδάπιος καὶ ὁδίτης,
πότνα, καὶ ἀρητήρ, χἠ παράκοιτις ἴδοι.
10
Agathias Scholasticus
σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ,
1
πείραζον κραδίην πλάσματι κερδαλέῳ·
“ βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ, κούρη,
ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.”
ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο, καὶ τὸ πρόσωπον
5
πλῆξε, καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,
καί με μένειν ἱκέτευεν ἐγὼ δέ τις ὡς βραδυπειθὴς
ὄμματι θρυπτομένῳ συγκατένευσα μόνον.
ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαι
πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.
10
Paulus Silentiarius
ἐξότε μοι πίνοντι συνεψιάουσα Χαρικλὼ
1
λάθρῃ τοὺς ἰδίους ἀμφέβαλε στεφάνους,
πῦρ ὀλοὸν δάπτει με· τὸ γὰρ στέφος, ὡς δοκέω, τι
εἶχεν, ὃ καὶ Γλαύκην φλέξε Κρεοντιάδα.
Agathias Scholasticus
ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους
1
μοίρης ἀμβολίην πολλάκι δεξαμένη,
ἄγριον ἦτορ ἔχει, καὶ θέλγεται οὔτʼ ἐπὶ χρυσῷ,
οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ·
τὴν κούρην δʼ αἰεὶ περιδέρκεται· εἰ δὲ ποτʼ αὐτὴν
5
ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,
ἆ μέγα τολμήεσσα ῥαπίσμασιν ἀμφὶ πρόσωπα
πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.
εἰ δʼ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια,
οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.
10
ἔστω δʼ ἀμφοτέροισι χάρις μία· τῆς δὲ γεραιῆς
ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.
Paulus Silentiarius
ὄμμα πολυπτοίητον ὑποκλέπτουσα τεκούσης,
1
συζυγίην μήλων δῶκεν ἐμοὶ ῥοδέων
θηλυτέρη χαρίεσσα. μάγον τάχα πυρσὸν ἐρώτων
λαθριδίως μήλοις μῖξεν ἐρευθομένοις
εἰμὶ γὰρ ὁ τλήμων φλογὶ σύμπλοκος· ἀντὶ δὲ μαζῶν,
5
ὦ πόποι, ἀπρήκτοις μῆλα φέρω παλάμαις.
Paulus Silentiarius
εἴ ποτʼ ἐμοί, χαρίεσσα, τεῶν τάδε σύμβολα μαζῶν
1
ὤπασας, ὀλβίζω τὴν χάριν ὡς μεγάλην
εἰ δʼ ἐπὶ τοῖς μίμνεις, ἀδικεῖς, ὅτι λάβρον ἀνῆψας
πυρσόν, ἀποσβέσσαι τοῦτον ἀναινομένη.
Τήλεφον ὁ τρώσας καὶ ἀκέσσατο μὴ σύγε, κούρη,
5
εἰς ἐμὲ δυσμενέων γίνεο πικροτέρη.
Agathias Scholasticus
πέραν τῆς πόλεως διάγοντος διὰ τὰ λύσιμα τῶν νόμων ὑπομνηστικὸν πεμφθὲν πρὸς Παῦλον Σιλεντιάριον
ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ
1
φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν
ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις
ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων
καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δʼ ὀλολυγὼν
5
τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.
ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν
ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος;
καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρ
καὶ σέ, μάκαρ, ποθέω, καὶ γλυκερὴν δάμαλιν,
10
ἧς με περισμύχουσι μεληδόνες· ἀλλά με θεσμοὶ
εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.
Paulus Silentiarius
ἀντίγραφον ἐπὶ τῇ αὐτῇ ὑποθέσει πρὸς τὸν φίλον Ἀγαθίαν
θεσμὸν Ἔρως οὐκ οἶδε βιημάχος, οὐδέ τις ἄλλη
1
ἀνέρα νοσφίζει πρῆξις ἐρωμανίης.
εἰ δέ σε θεσμοπόλοιο μεληδόνος ἔργον ἐρύκει
οὐκ ἄρα σοῖς στέρνοις λάβρος ἔνεστιν ἔρως.
ποῖος ἔρως, ὅτε βαιὸς ἁλὸς πόρος οἶδε μερίζειν
5
σὸν χρόα παρθενικῆς τηλόθεν ὑμετέρης;
νηχόμενος Λείανδρος ὅσον κράτος ἐστὶν ἐρώτων
δείκνυεν, ἐννυχίου κύματος οὐκ ἀλέγων
σοὶ δέ, φίλος, παρέασι καὶ ὁλκάδες· ἀλλὰ θαμίζεις
μᾶλλον Ἀθηναίῃ, Κύπριν ἀπωσάμενος.
10
θεσμοὺς Παλλὰς ἔχει, Παφίη πόθον. εἰπέ· τίς ἀνὴρ
εἰν ἑνὶ θητεύσει Παλλάδι καὶ Παφίῃ;
Agathias Scholasticus
ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ
1
δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη,
προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος
ἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη·
καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου
5
κεῖτο χαλικρήτῳ νάματι βριθομένη.
ἔμπης οὔ μʼ ἐφόβησαν ἐπεὶ στρεπτῆρα θυρέτρου
χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος,
φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης
ἔσβεσα· καὶ διαδὺς λέχριος ἐν θαλάμῳ
10
τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον ἦκα δὲ λέκτρου
νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,
ὠρθούμην κατὰ βαιόν, ὅπη βατὸν ἔπλετο τεῖχος·
ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος,
μαζοὺς μὲν κρατέεσκον· ὑπεθρύφθην δὲ προσώπῳ,
15
μάστακα πιαίνων χείλεος εὐαφίῃ.
ἦν δʼ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημα
σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.
οὔπω δʼ ἐξαλάπαξα φίλης πύργωμα κορείης,
ἀλλʼ ἔτʼ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.
20
ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα,
ναὶ τάχα πορθήσω τείχεα παρθενίης,
οὐ δʼ ἔτι με σχήσουσιν ἐπάλξιες. ἢν δὲ τυχήσω,
στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε.
Agathias Scholasticus
ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος
1
γαστέρα μαντῴου μάξατο κισσυβίου,
ἔγνων ὡς φιλέεις με· τὸ δʼ ἀτρεκὲς αὐτίκα πείσεις
εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη.
τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς
5
καλλείψω λατάγων πλήγμασι τερπομένους.
Agathias Scholasticus
Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖν
1
ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.
τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἷς τὰ μερίμνης
ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ,
παίγνιὰ τʼ ἀμφιέπουσι παρήγορα, καὶ κατʼ ἀγυιὰς
5
πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι
ἡμῖν δʼ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις
κρυπτόμεθα, ζοφεραῖς φροντίσι τηκόμεναι.
4
Julianus
ἱμερτὴ Μαρίη μεγαλίζεται· ἀλλὰ μετέλθοις
1
κείνης, πότνα Δίκη, κόμπον ἀγηνορίης·
μὴ θανάτῳ, βασίλεια· τὸ δʼ ἔμπαλιν, ἐς τρίχας ἥξοι
γήραος, ἐς ῥυτίδας σκληρὸν ἵκοιτο ῥέθος
τίσειαν πολιαὶ τάδε δάκρυα· κάλλος ὑπόσχοι
5
ψυχῆς ἀμπλακίην, αἴτιον ἀμπλακίης.
Agathias Scholasticus
μηδὲν ἄγαν, σοφὸς εἶπεν ἐγὼ δέ τις ὡς ἐπέραστος,
1
ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις,
καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο
κεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης·
ἡ δʼ ὑπερηέρθη, σοβαρὴν θʼ ὑπερέσχεθεν ὀφρύν,
5
ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.
καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής,
ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης·
πάντα δʼ ἔναλλα γένοντο· πεσὼν δʼ ἐπὶ γούνασι κούρῃ
ἴαχον·
ἱλήκοις, ἤλιτεν ἡ νεότης.
10
Paulus Silentiarius
ὁ θρασὺς ὑψαύχην τε, καὶ ὀφρύας εἰς ἓν ἀγείρων
1
κεῖται παρθενικῆς παίγνιον ἀδρανέος·
ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν,
αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη.
καὶ ῥʼ ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις·
5
ἡ δὲ κατʼ ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει.
παρθένε θυμολέαινα, καὶ εἰ χόλον ἔνδικον αἶθες,
σβέσσον ἀγηνορίην, ἐγγὺς ἴδες Νέμεσιν.
Paulus Silentiarius
εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις,
1
πτηνὸς Ἔρως πτηνῷ κεῖσε μένει με φέρει.
εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ,
πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις.
εἰ δέ τι σοι στέλλω βύθιον γέρας, ἵλαθι, κούρη.
5
εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη, ˘
κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος,
τὸ πρὶν ἐπʼ ἀγλαΐῃ θάρσος ἀπωσαμένη.
Agathias Scholasticus
ποίην τις πρὸς Ἔρωτος ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς
1
μαχλάδος οἰμώξεις χρυσομανεῖ σπατάλῃ·
εἰ δʼ ἐπὶ παρθενικῆς πελάσεις λέχος, ἐς γάμον ἥξεις
ἔννομον, ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.
κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν
5
τίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος;
μοίχια λέκτρα κάκιστα, καὶ ἔκτοθέν εἰσιν ἐρώτων,
ὧν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη.
χήρη δʼ, ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστήν,
καὶ πάντα φρονέει δήνεα μαχλοσύνης·
10
ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα
δέχνυται ἀστόργου κέντρα παλιμβολίης,
καὶ στυγέει τὸ τελεσθὲν ἔχουσα δὲ λείψανον αἰδοῦς,
ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας.
ἢν δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸς
15
δοῦλος ἐναλλάγδην δμωίδι γινόμενος·
εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει,
ὕβριν ἀνιχνεύων σώματος ἀλλοτρίου.
πάντʼ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δʼ ὑμέναιον
ἤειδεν παλάμῃ, Λαΐδος οὐ χατέων.
20
Anonymi Epigrammatici
κλαγγῆς πέμπεται ἦχος ἐς οὔατα, καὶ θόρυβος δὲ
1
ἄσπετος ἐν τριόδοις, οὐδʼ ἀλέγεις, Παφίη;
ἐνθάδε γὰρ σέο κοῦρον ὁδοιπορέοντα κατέσχον
ὅσσοι ἐνὶ κραδίῃ πυρσὸν ἔχουσι πόθου.
Philodemus
δακρύεις, ἐλεεινὰ λαλεῖς, περίεργα θεωρεῖς,
1
ζηλοτυπεῖς, ἅπτῃ πολλάκι,πυκνὰ φιλεῖς.
ταῦτα μέν ἐστιν ἐρῶντος· ὅταν δʼ εἴπω
παράκειμαι ,
καὶ μέλλῃς, ἁπλῶς οὐδὲν ἐρῶντος ἔχεις.
Antiphilus
χεῦμα μὲν Εὐρώταο Δακωνικόν· ἁ δʼ ἀκάλυπτος
1
Λήδα· χὠ κύκνῳ κρυπτόμενος Κρονίδας.
οἳ δέ με τὸν δυσέρωτα καταίθετε, καὶ τί γένωμαι
ὄρνεον; εἰ γὰρ Ζεὺς κύκνος, ἐγὼ κόρυδος.
Philodemus
ἡ κομψή, μεῖνόν με. τί σοι καλὸν οὔνομα,; ποῦ σε
1
ἔστιν ἰδεῖν; ὃ θέλεις δώσομεν. οὐδὲ λαλεῖς.
ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε;
ὦ σοβαρή, ὑγίαινʼ. οὐδʼ
ὑγίαινε λέγεις;
καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι· οἶδα μαλάσσειν
5
καὶ σοῦ σκληροτέρας. νῦν δʼ ὑγίαινε, γύναι.