ἐπιγράμματα ἐν Κυζικῷ
εἰς Διόνυσον, Σεμέλην τὴν μητέρα εἰς οὐρανὸν ἀνάγοντα προηγουμένου Ἑρμοῦ, Σατύρων δὲ καὶ Σιληνῶν μετὰ λαμπάδων προπεμπόντων αὐτούς.
ὁ β κίων ἔχει Τήλεφον ἀνεγνωρισμένον τῇ ἑαυτοῦ μητρί.
ὁ γʼ ἔχει τυφλούμενον Φοίνικα ὑπὸ πατρὸς Ἀμύντορος, καὶ κωλύουσαν Ἀλκιμέδην τὸν οἰκεῖον ἄνδρα.
ὁ δʼ ἔχει Πολυμήδην καὶ Κλυτίον τοὺς υἱοὺς Φινέως τοῦ Θρᾳκός, οἵτινες τὴν Φρυγίαν γυναῖκα τοῦ πατρὸς ἐφόνευσαν, ὅτι τῇ μητρὶ αὐτῶν Κλεοπάτρᾳ, αὐτὴν ἐπεισῆγεν.
ὁ ε ἔχει Κρεσφόντην ἀναιροῦντα Πολυφόντην τοῦ πατρὸς τὸν φονέα· ἔστι δὲ καὶ Μερόπη βάκτρον κατέχουσα καὶ συνεργοῦσα τῷ υἱῷ πρὸς τὴν τοῦ ἀνδρὸς ἐκδημίαν.
ὁ ς ἔχει Πυθῶνα ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἀναιρούμενον, καθότι τὴν Λητὼ πορευομένην εἰς Δελφοὺς ἐπὶ τὸ κατασχεῖν [τὸ] μαντεῖον ἐπιφανεὶς διεκώλυσεν.
ὁ ζ ἔχει περὶ τὰ ἀρκτῷα μέρη, Ἀμφίονος καὶ Ζήθου ἱστορίαν προσάπτοντες ταύρῳ τὴν Δίρκην, ὅτι τὴν μητέρα αὐτῶν Ἀντιόπην, διὰ τὴν φθορὰν Λύκῳ ἀνδρὶ αὐτῆς ὑπὸ Νυκτέως τοῦ πατρὸς αὐτῆς παραδοθεῖσαν, ὀργῇ ζηλοτύπῳ ἐνσχεθεῖσα, ἀμέτρως ἐτιμωρήσατο.
ἐν τῷ η ἡ τοῦ Ὀδυσσέως νεκυομαντεία· καθέστηκε τὴν] ἰδίαν μητέρα Ἀντίκλειαν περὶ τῶν κατὰ τὸν οἶκον ἀνακρίνων.
ἐν τῷ θ Πελίας καὶ Νηλεὺς ἐνλελάξευνται, οἱ Ποσειδῶνος παῖδες, ἐκ δεσμῶν τὴν ἑαυτῶν μητέρα ῥυόμενοι, ἣν πρώην ὁ πατὴρ μὲν Σαλμωνεὺς διὰ τὴν φθορὰν ἔδησεν· ἡ δὲ μητρυιὰ αὐτῆς Σιδηρὼ τὰς βασάνους αὐτῇ ἐπέτεινεν.
ἐν δὲ τῷ κατὰ δύσιν πλευρῷ ἐστὶν ἐν ἀρχῇ τοῦ ι πίνακος Εὔνοος γεγλυμμένος καὶ Θόας, οὓς ἐγέννησεν Ὑψιπύλη, ἀναγνωριζόμενοι τῇ μητρί, καὶ τὴν χρυσῆν δεικνύντες ἄμπελον ὅπερ ἦν αὐτοῖς τοὖ γένους σύμβολον, καὶ ῥυόμενοι αὐτὴν τῆς διὰ τὸν Ἀρχεμόρου θάνατον παρʼ Εὐρυδίκῃ τιμωρίας.
ἐν τῷ ια ;Πολυδέκτης ὁ Σερίφων βασιλεύς ἀπολιθούμενος ὑπὸ Περσέως τῇ τῆς Γοργόνος κεφαλᾖ, διὰ τὸν τῆς μητρὸς αὐτοῦ γάμον ἐκπέμψας τοῦτον ἐπὶ τὴν τῆς Γοργόνος κεφαλήν, καὶ ὃν καθʼ ἑτέρου θάνατον ἐπενόει γενέσθαἰ τοῦτον αὐτὸς κατὰ τὴν πρόνοιαν τῆς Δίκης ἐδέξατο.
ἐν τῷ ιβ Ἰξίων Φόρβαντα καὶ Πολύμηλον ἀναιρῶν διὰ τὸν εἰς τὴν μητέρα τὴν ἰδίαν Μέγαραν γεγενημένον φόνον μηδοπότερον γὰρ αὐτῶν προελομένη γῆμαι, ἀγανακτήσαντες ἐπὶ τούτῳ ἐφόνευσαν.
ὁ δὲ ιγ Ἡρακλέα ἄγοντα τὴν μητέρα αὐτοῦ Ἀλκμήνην εἰς τὸ Ἠλύσιον πεδίον, συνοικίζοντα αὐτὴν Ῥαδαμάνθυϊ, αὐτὸν δὲ εἰς θεοὺς δῆθεν ἐγκρινόμενον.
ἐν δὲ τῷ ιδ Τιτυὸς ὑπὸ ἀπόλλωνος καὶ Ἀρτέμιδος τοξευόμενος ἐπειδὴ τὴν μητέρα αὐτῶν Λητὼ ἐτόλμησεν ὑβρίσαι.
ἐν δὲ τῷ ιε Βελλεροφόντης ὑπὸ τοῦ παιδὸς Γλαύκου σῳζόμενος, ἡνίκα κατενεχθεὶς ἀπὸ τοῦ Πηγάσου εἰς τὸ Ἀλήιον πεδϊον, ἔμελλεν ὑπὸ Μεγαπένθους τοῦ Προίτου φονεύεσθαι.
κατὰ δὲ τὰς θύρας τοῦ ναοῦ προσιόντων ἐστὶν Αἴολος καὶ Βοιωτός, Ποσειδῶνος παῖδες, ῥυόμενοι ἐκ δεσμῶν τὴν μητέρα .Μελανίππην τῶν περιτεθέντων αὐτῇ διὰ τὴν φθορὰν ὑπὸ τοῦ πατρὸς αὐτῆς,
ἐν δὲ τῷ ιζ Ἄναπις καὶ Ἀμφίνομος, οἳ ἐκραγέντων τῶν κατὰ Σικελίαν κρατήρων διὰ τοῦ πυρὸς οὐδὲν ἕτερον ἢ τοὺς γονεῖς βαστάσαντες ἔσωσαν.
ἐν δὲ τῷ ιη Κλέοβις ἐστὶ καὶ Βίτων, οἳ τὴν ἑαυτῶν μητέρα Κυδίππην ἱερωμένην ἐν Ἄργει Ἥρας, αὐτοὶ ὑποσχόντες τοὺς αὐχένας τῷ ζυγῷ διὰ τὸ βραδῦναι τὸ σκεῦος τῶν βοῶν, ἱερουργῆσαι ἐποίησαν, καὶ ἡσθεῖσα, φασίν, ἐπὶ τούτῳ ἐκείνη ηὔξατο τῇ θεῷ εἴ τι ἐστι κάλλιστον ἐν ἀνθρώποις, τοῦτο τοῖς παισὶν αὐτῆς ὑπαντῆσαι· καὶ τοῦτο αὐτῆς εὐξαμένης ἐκεῖνοι αὐτονυκτὶ θνήσκουσιν.
ἐν δὲ τῷ ιθ Ῥῆμος καὶ Ῥωμύλος ἐκ τῆς Ἀμολίου κολάσεως ῥυόμενοι τὴν μητέρα Σερβιλίαν ὀνόματι· ταύτην γὰρ ὁ Ἄρης φθείρας ἐξ αὐτῆς ἐγέννησεν, καὶ ἐκτεθέντας αὐτοὺς λύκαινα ἔθρεψεν. ἀνδρωθέντες οὖν τὴν μητέρα τῶν δεσμῶν ἔλυσαν, Ῥώμην δὲ κτίσαντες Νομήτορι τὴν βασιλείαν ἀπεκατέστησαν.
Greek Anthology. . ed. William Roger Paton. London. 1917.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.