εἰς ἄγαλμα τοῦ Καιροῦ
α.
τίς πόθεν ὁ πλάστης;β.
Σικυώνιος.α.
οὔνομα δὴ τίς;β.
Λύσιππος.α.
σὺ δὲ τίς;β.
καιρὸς ὁ πανδαμάτωρ.α.
τίπτε δʼ ἐπʼ ἄκρα βέβηκας;β.
ἀεὶ τροχάω.α.
τί δὲ ταρσοὺςβ.
Ἵπταμʼ ὑπηνέμιος.α.
χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν;β.
ἀνδράσι δεῖγμα,α.
ἡ δὲ κόμη, τί κατʼ ὄψιν;β.
Ὑπαντιάσαντι λαβέσθαι.α.
νὴ Δία, τἀξόπιθεν δʼ εἰς τί φαλακρὰ πέλει;β.
τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶνα.
τοὔνεχʼ ὁ τεχνίτης σε διέπλασεν;β.
εἵνεκεν ὑμέων,Greek Anthology. . ed. William Roger Paton. London. 1918.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.