Πολυκράτης
ὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος,
1
εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατʼ ἀγῶνα
σοῖσι δόμοισιν ἔασιν, ἀεθλεύοντες ἄριστα.
Πυθαγόρας
τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες· ἡμίσεες μὲν
ἀμφὶ καλὰ σπεύδουσι μαθήματα· τέτρατοι αὖτε
5
ἀθανάτου φύσεως πεπονήαται· ἑβδομάτοις δὲ
σιγὴ πᾶσα μέμηλε, καὶ ἄφθιτοι ἔνδοθι μῦθοι·
τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δʼ ἔξοχος ἄλλων.
τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ.
Greek Anthology. . ed. William Roger Paton. London. 1918.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities; Google Digital Humanities Awards Program.