ἡ ἐπῳδὸς κώλων η΄. τὸ α΄ ἰαμβικὸν πενθημιμερές. τὸ β΄ μητρῳακὸν τρίμετρον ἀκατάληκτον. τὸ γ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ Ἰωνικὸν δίμετρον βραχυκατάληκτον. τὸ ε΄ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ς΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ζ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ παιωνικὸν δίμετρον ἀκατάληκτον.
τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι.
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο· καὶ ἀποδίδωσι τὴν διάνοιαν οὕτως, ὅτι νικήσει ὁ νικηφόρος Ἴσθμια καὶ ὑπὸ τῶν Κορινθίων ἀνυμνηθήσεται. γελοῖον δέ. τί γὰρ μᾶλλον, εἴπερ εὔχεται, μὴ τὸν Ὀλυμπιακὸν εὔχεται ἀγῶνα νικήσειν; τινὲς δὲ Ἐφυραίους τοὺς ἐν Θεσπρωτίᾳ ἤκουσαν, ἧς καὶ Ὅμηρος μνημονεύει (Β 659)·
τὴν ἄγετ᾿ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος. ὁ δὲ Πίνδαρος ἀμφὶ Πηνειόν φησιν αὐτούς· δῆλον δὲ δήπουθεν, ὡς ὁ Πηνειὸς τῆς Θεσσαλίας ἐστὶ, καὶ φαίνεται, ὅτι Ἐφυραίους οὔτε τοὺς ἐν Θεσπρωτίᾳ οὔτε τοὺς Κορινθίους φησί· ῥητέον οὖν, ὅτι τοὺς Κρανωνίους. Κρανὼν δὲ πόλις Θεσσαλίας· Θεσσαλὸς δὲ καὶ ὁ νικηφόρος. οὕτω δὲ πρότερον οἱ Κρανώνιοι Ἐφυραῖοι ἐκαλοῦντο. μαρτυρεῖ δὲ τούτῳ Κινέας. φησὶ γὰρ ἔρχεσθαι αὐτὸν ὑπὸ τῷ Κρανῶνι, καὶ ἐλθεῖν ἐπὶ τὸν τῆς Ἱπποδαμείας γάμον ἐν Πίσῃ. εἶτα ἐκεῖ καταστρέψαντα τὸν βίον οἱ Θεσσαλοὶ τὴν Ἔφυραν καλουμένην πόλιν, εἰς τιμὴν τοῦ τεθνηκότος, Κρανῶνα μετωνόμασαν.
Scholia in Pindarum Pythian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.