a.
ἄνθεα δ᾿ ὕμνων: παρὰ τὸ Ὁμηρικόν (α 351) ·ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
b.
δοκεῖ δὲ τοῦτο πρὸς τὸ Σιμωνίδειον εἰρῆσθαι· ἐπεὶ ἐκεῖνος ἐλασσωθεὶς ὑπὸ Πινδάρου λοιδορίας ἔγραψε κατὰ τοῦ κρίναντος ἀγαθῶν εἰδέου ἐπειδὴ ἐκεῖνος εἶπεν (fr. 75) · ἐξελέγχει ὁ νέος οἶνος οὔπω πέρυσι δῶρον ἀμπέλου· ὁ δὲ μῦθος ὅδε κενεόφρων: κούρων δὲ, διὰ τοῦτο ὁ Πίνδαρος ἐπαινεῖ παλαιὸν οἶνον.d.
ἄλλως· ἄνθεα ὕμνων τὰς ὑποθέσεις. ταῦτα δὲ αἰνίττεται πρὸς Σιμωνίδην. 4Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.