a.
μαλεραῖς: ταῖς λαμπραῖς, παρόσον τὸ πῦρ λαμπρὸν καὶ μαλερὸν λέγεται· ὡς ἐκ μὲν τοῦ ἐπιθέτου τὸ πῦρ δηλοῦσθαι, ἐκ δὲ τοῦ πυρὸς τὸ λαμπρόν. ὁ δὲ τρόπος μετάληψις.b.
λαμπρὰς δὲ τὰς ᾠδὰς διὰ τὸ διικνεῖσθαι ὡς τὸ πῦρ.c.
ὁ δὲ Δίδυμος ἀντὶ τοῦ μαλακαῖς· καὶ γὰρ ἑτέρωθι (J. II, 8) μαλακοφώνους τὰς ᾠδάς φησιν.d.
μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς: λαμπραῖς, κατὰ 2 μετωνυμίαν.e.
ἄλλως· ταῖς λαμπραῖς καὶ ἐκδήλοις. 3f.
ἐπιφλέγων δὲ ἀντὶ τοῦ ἐπαυγάζων· διόλου γὰρ τῇ τροπῇ 4 ὡς ἐπὶ πυρὸς ἐπέμεινε.g.
λαμπρύνων.h.
ἐγὼ οὖν, φησιν, ὑμνῶν τὴν πόλιν ταύτην τὴν ἀγγελίαν πανταχοῦ πέμψω ταχύτερον ὀξέος ἵππου καὶ νεὼς οὐριοδρομούσης, εἰ σὺν θεοῦ βουλήσει κεχαριτωμένα ποιήματα γράφω.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.