a.
κλεινᾶς ἐξ Ὀπόεντος: ποίου, φησὶν, ἀνδρός; τοῦ ἐκ τῆς Ὀποῦντος· ἵν᾿ ᾖ, τοῦ Ἐφαρμόστου· ἐκεῖθεν γὰρ τὸ γένος ἔχει.b.
αἰνήσαις ἓ καὶ υἱόν: τῇ διαιρέσει οὕτω· τὸ αἰνήσαις, ἐχόμενον δὲ τὸ ἕ· τοῦτο δὲ τὸ ἕ προενεκτέον ἐγκλίσει καὶ δασυντέον, ἵνα σημαίνῃ· ἐπαινέσας αὐτὴν, τὴν Ὀποῦντα, καὶ τὸν υἱὸν δὲ αὐτῆς τὸν Ἐφάρμοστον, καθὸ πατρὶς αὐτοῦ ἐστιν.c.
δύναται δὲ καὶ τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ τὸν Ὀποῦντα.d.
αἰνήσαις ἓ καὶ υἱόν: ἕ ἀντωνυμία· κεῖται γὰρ 3 ἀντὶ τοῦ αὐτὴν, τὴν Ὀποῦντα· υἱὸν δὲ τὸν πολίτην λέγει.e.
ἄλλως· τὴν πόλιν Ὀποῦντα καὶ τὸν υἱὸν αὐτῆς τὸν 4 νικηφόρον· υἱὸν δὲ ἀτὶ τοῦ πολίτην.f.
δύναται καὶ αὐτὴν τὴν ἡρωίδα λέγειν, υἱὸν δὲ Ὀποῦντα.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.