a.
Αἰάντειον: τὸ ἑξῆς· Αἰάντειον βωμὸν ἔστεφε νικῶν ἐν δαιτὶ, τουτέστιν ἐν τῷ ἀγῶνι, τοῦ Ὀιλέως παιδός· ἀπὸ δὲ τοῦ ῑ τὸ ὄνομα εἶπεν· ὡς καὶ τὰ ἐν Ὀποῦντι Αἰάντεια νενικηκότος καὶ ἐστεφανωκότος τὸν Αἴαντος βωμόν. ἄγεται δὲ ταῦτα τῷ Λοκρῷ Αἴαντι ἐν Ὀποῦντι.b.
Αἰάντειόν τ᾿ ἐν δαιτί: τὰ Αἰάντεια ἐν Ὀποῦντι ἄγεται· ἃ νικήσας ἐστεφάνωσε τὸν Αἰάντειον βωμὸν ἐν πανηγύρει.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.