a.
προσφέρων ἄεθλον: προσφέρων τῇ σοφίᾳ τὸν 1 ἆθλον.b.
ἢ πρὸς τοῦτον φέρων τὸν ἆθλον, αὐτὴν τὴν σοφίαν. τὸν ὕμνον δὲ λέγει, ἔπαθλον τοῦ νικηφόρου.d.
τοῦτο δὲ προσφέρων ἄεθλον: ἑαυτῷ ὁ Πίνδαρος 4 παρακελεύεται καί φησιν· ὅμως δὲ τοῦτο τὸ ἀπὸ τῆς σοφίας ἆθλον προσφέρων καὶ ἐκπληρῶν, τὸν ὕμνον, μέγα καὶ ὑπερφυὲς ἀναβόησον μετὰ εὐθαρσίας· τί δὲ ἀναβόησον; τοῦτον δαιμονίᾳ (λείπει μοίρᾳ) γεγενῆσθαι δυνατὸν ἐν ταῖς χερσὶ καὶ παντὶ τῷ σώματι ἐπιδέξιον κατὰ πᾶν μέλος· ἵνα κοῦφος ᾖ καὶ εὔστροφος καὶ ὁ λεγόμενος ὑγρὸς παλαιστής· ὃς καὶ τῷ βλέμματι ἀλκὴν καὶ δύναμιν ἐμφαίνει.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.