a.
ξενίᾳ δ᾿ ἀρετᾷ: ὡς οἰκείου ὄντος τοῦ Λαμπρομάχου πρὸς τὸν Ἐφάρμοστον διὰ Λαμπρόμαχόν φησι γεγονέναι τὸν ἐπίνικον καὶ δι᾿ ἣν εἶχον προξενίαν πρὸς αὐτόν.b.
τιμάορος δὲ εἷπεν ἀντὶ τοῦ τιμητὴς ἐσόμενος καὶ τιμῶν διὰ τῆς ἀρετῆς τοῦ ὕμνου, ὡς τοῦ Λαμπρομάχου καὶ Ἐφαρμόστου νενικηκότων Ἴσθμια τῇ αὐτῇ ἡμέρᾳ καὶ Νέμεα. μετὰ δὲ ταῦτα καὶ ἄλλα δὶς ἐνίκησεν Ἴσθμια ὁ Ἐφάρμοστος.d.
προξενίᾳ τῇ 5 φιλίᾳ.e.
τὸ δὲ ἑξῆς οὕτως ἔχει· διὰ δὲ τὴν προξενίαν, τουτέστι τὴν φιλίαν, καὶ τὴν ἀρετὴν τοῦ Λαμπρομάχου ἦλθον ἐπαινέτης τῶν ἐν τῷ Ἰσθμῷ μιτρῶν, ὅτι κατὰ μίαν ἡμέραν οἱ δύο ἐνίκησαν, ὁ μὲν Ἐφάρμοστος Ὀλύμπια, ὁ δὲ Λαμπρόμαχος Ἴσθμια.f.
ἔνιοι δέ φασιν ὅτι οἱ δύο Ἴσθμια 6 ἐν μιᾷ ἡμέρᾳ ἐνίκησαν.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.