a.
ἐξ οὗ Θέτιος γόνος: ἐξ ἐκείνου, φησὶ, τοῦ χρόνου παρῄνει αὐτὸν Ἀχιλλεὺς μήποτε ἐν τῷ ὀλεθρίῳ πολέμῳ χωρὶς τῆς ἑαυτοῦ παρουσίας παρατάττεσθαι, ἀλλ᾿ ἅμα αὐτῷ πολεμεῖν.c.
ἰδίως δὲ τοῦτο τάσσει χαριζόμενος τῷ Πατρόκλῳ· Ὅμηρος γὰρ διὰ παντὸς λέγει 4 αὐτὸν θεράποντα Ἀχιλλέως.d.
Ὅμηρος (Π 89) ·Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις. 5
e.
ἢ οὕτως· ἐκ τῆς πρὸς τὸν Τήλεφον μάχης παρηγορεῖτο κατὰ ψυχὴν καὶ τεθαρσήκει, ὅτι τὸν Πάτροκλον εἶχε διαπαντὸς παραστάτην.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.