a.
ἐπίνειμαι: ἤτοι τῷ χορῷ ἢ ἑαυτῷ παρακελεύεται ὁ ποιητής.b.
σεμνόν τ᾿ ἐπίνειμαι: ὕμνει, ἢ ὑμνηθῆναι ποίησον τὴν Πίσαν τὴν πρωτεύουσαν τῶν πόλεων. ἢ διὰ τὸν ἀγῶνα, οἷον τὴν τὸν ἀκρότατον καὶ κάλλιστον τῶν ἀγώνων ἔχουσαν.c.
τὸ δὲ ἐπίνειμαι ἢ πρὸς ἑαυτὸν ἢ πρὸς τὸν 3 χορόν.d.
ἄλλως· ἐπίνειμαι: ἔπελθε. ἡ δὲ παρακέλευσις 4 ἢ ὡς πρὸς ἑαυτὸν ἢ ὡς πρὸς τὸν χορόν.e.
ἔπελθε οὖν, φησι, τὸ ἀκρωτήριον τῆς Ἤλιδος, ὅπερ ποτὲ ὁ Πέλοψ ἐξαίρετον εἴληφε παρὰ τῆς Ἱπποδαμείας νικήσας τὸν Οἰνόμαον ἕδνον.f.
(ἐπίνειμαι:) ἔπελθε. ὕμνησον.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.