a.
ἐν τέτρασι παίδων: τουτέστι τέσσαρας παῖδας 1 ἐνίκησε καὶ ἐποίησεν οὐχ ἡδέως οἴκαδε ἀπονοστῆσαι, τῆς νίκης στερήσας· οἱονεὶ κακῶς ἀπέπεμψεν· ὡς τέσσαρας αὐτοῦ καταβεβληκότος.b.
ἀπεθήκατο οὖν εἰς τὰ γυῖα 2 αὐτῶν τῶν ἀγωνισαμένων αὐτῷ τὴν ἰδίαν δύναμιν· ἀπὸ τοῦ παρακολουθοῦντος, ἐνίκησεν αὐτοὺς, καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον· οἱ γὰρ νικηθέντες ὅταν οἴκαδε ἀπίωσιν, ἐν κατηφείᾳ εἰσίν.c.
ἐχθρὰ οὖν αὐτοῖς ἡ ἀνακομιδή· οὐ γὰρ τὸν κατ᾿ εὐχὴν νόστον ἔχουσιν, ἀλλ᾿ ἀπεχθῆ.d.
ἀπεθήκατο γυίοις: ἀπεθήκατο τοῖς γυίοις τῶν 3 ἀνταγωνιστῶν τὴν ἰδίαν δύναμιν, τουτέστιν ἀπὸ τοῦ παρακολουθοῦντος τὸ ἐνίκησε δ΄ καὶ ἐποίησεν αὐτῶν τὸν νόστον ἔχθιστον.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.