a.
εἰ δ᾿ ἐγὼ Μελησία: εἰ δὲ ἐγὼ ἐκ τῶν ὕμνων 1 τῶν ἀγενείων ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, μηδὲ εἷς φθόνον μέμψαιτό μου.b.
ἄλλως· εἰ δ᾿ ἐγώ, φησι, τὸ γενόμενον τῷ Μελησίᾳ ἐκ τῶν ἀγενείων κῦδος ἀνέδραμον τῷ ὕμνῳ, τοῦ Ἀλκιμέδοντος ἀφέμενος· οἷον, παρεκβὰς ἦλθον ἐπ᾿ αὐτόν· ἀνέδραμον δὲ νῦν ἔφη διὰ τὸ προγενεστέραν εἶναι τὴν τοῦ Μελησίου νίκην τῆς ἐνεστώσης. ἔνιοι δὲ τὸ ἀνέδραμον ἀκούουσιν ἀντὶ τοῦ ἀναδραμοῦμαι· οἷον, εἰ τὸν ἀθλητὴν καταλιπὼν ἐπὶ τὸν ἀλείπτην ἐλεύσομαι καὶ ὑμνήσω, μηδεὶς [δέ] με μεμψάσθω. Ὅμηρος (ρ 14) · ὁ ξεῖνος εἴπερ μάλα μηνίει.e.
ἄλλως· ὡς τοῦ Μελησίου προηθληκότος καὶ τανῦν ἀλείφοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα· ὥστε οὐ τῷ Μελησίᾳ γράφεται ὁ ἐπίνικος, ἀλλὰ τῷ Ἀλκιμέδοντι. ὁ οὖν εἰδώς, φησι, ῥᾳδίως διδάσκει, οὐχ ὁ ἀγνοῶν.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.