a.
ὀρσοτρίαινα: ὁ μὲν οὖν Ἀπόλλων, φησὶν, εἰς 1 τὸν Ξάνθον καὶ εἰς τὸν Ἴστρον ἠπείγετο· ὁ δὲ Ποσειδῶν εἰς Ἰσθμὸν ἤλαυνε χωριζόμενος ἐκ τῆς Τροίας καὶ ἀποπέμπων τὸν Αἰακὸν δεῦρο, τουτέστιν εἰς Αἴγιναν. θηλυκῶς τὴν Ἰσθμὸν, ὡς ἐν ἄλλῳ (O. VII, 148 vulg.)b.
ὀρσοτρίαινα δ᾿ ἐπ᾿ Ἰσθμῷ ποντίᾳ: κλητικὴ 2 ἀντὶ εὐθείας, ὡς καὶ παρ᾿ Ὁμήρῳ (Π 33) · ἱππότα Πηλεύς.c.
ὁ δὲ νοῦς· ὁ δὲ ὀρσοτριαίνης Ποσειδῶν ἐπὶ Ἰσθμοῦ τοῦ παραθαλασσίου, ὅς ἐστι πλησίον τῆς Κορίνθου, ἠπείγετο [θεάσασθαι]. 3Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.