a.
Ξάνθον ἤπειγεν: ποταμὸς Λυκίας· ἀφ᾿ οὗ δηλοῖ 1 ὅτι εἰς Λυκίαν ἠπείγετο.b.
ἤπειγε δὲ ἀντὶ τοῦ ἠπείγετο, ἐνεργητικὸν ἀντὶ παθητικοῦ.c.
Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας: ἀπὸ κοινοῦ 2 τὸ ἔσπευδεν, | εἰς τὰς Ἀμαζόνας, οὔσας παρὰ τῷ Θερμώδοντι 3 ποταμῷ τῆς Παφλαγονίας· ἵν᾿ ἔχῃ τὸ ἑξῆς οὕτω, κατὰ τὸν τῆς χωρογραφίας λόγον· πρῶτον μὲν εἰς Λυκίαν ἔσπευδεν· | ἔπειτα εἰς τὰς Ἀμαζόνας· εἶτα ἐκεῖθεν διέβαινεν 4 εἰς Σκυθίαν καὶ ἐπὶ τὸν Ἴστρον ποταμὸν (λέγει δὲ τοὺς Ὑπερβορέους) παρεγένετο. καὶ τὰ μὲν πρῶτα χωρία τῆς Ἀσίας εἰσὶ, τὰ δὲ δεύτερα τῆς Εὐρώπης.d.
Ξάνθον ἤπειγεν: ἔσπευδεν.e.
ἐκ δὲ τούτου 5 εἰς Λυκίαν· ἱερὰ γὰρ τῷ θεῷ.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.