a.
γλαυκοὶ δὲ δράκοντες: ἀκαταλλήλως εἶπεν· ἔδει γὰρ εἰπεῖν· γλαυκοτέρων δὲ δρακόντων εἰσαλλομένων, οἱ β΄ κάπετον, εἶς δὲ ὄρουσε βοήσας. τὸ δὲ σχῆμα ὅμοιον τῷ· οἱ δὲ δύο σκόπελοι (μ 73) .b.
γλαυκοὶ δὲ δράκοντες: φοβεροί.c.
ὁ δὲ νοῦς· ἐπειδὴ οὖν ποτε ἐκτίσθη τὸ τεῖχος, εὐθέως καὶ παραχρῆμα τρεῖς δράκοντες ἐφάνησαν, ὧν οἱ μὲν δύο βουλόμενοι εἰσελθεῖν διὰ τοῦ πύργου εἰς τὸ ἐντὸς κατέπεσον καὶ ἀπέθανον, ὁ δὲ εἷς δράκων εἰσῆλθε μετὰ συριγμοῦ καὶ βοῆς. δηλοῖ δὲ τὴν ἅλωσιν τὴν τότε γενομένην· οἱ γὰρ ἐπιόντες πολέμιοι εἰώθασιν ἐφορμᾶν ἅμα βοῇ.e.
κτίσθη νέον: οἱ μὲν νεωστὶ κατασκευασθὲν, οἱ 5 δὲ ἀντὶ τοῦ εὐθές.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.