a.
ἐν Νεμέᾳ: ὅτι Νέμεα νενίκηκεν· Ἀλκιμέδων δὲ 1 Ὀλύμπια· ἀμφότερα δὲ Διὶ ἀνάκεινται.b.
ἐν Νεμέᾳ πρόφαντον: ἐπιφανῆ καὶ ἐπίσημον 2 ἐποίησεν.c.
ἀμφοτέρους δὲ τοὺς ἀγῶνας τούτους ἀνάπτει τῷ Διὶ, παρόσον καὶ ἡ Ὀλυμπία καὶ ἡ Νεμέα Διός. | καὶ 3 ὁ Καλλίμαχός φησι (fr. 193) ·d.
πρόφαντον· Ἀλκιμέδοντα δέ: σὲ μὲν ἐπιφανῆ καὶ ἔνδοξον ὁ Ζεὺς ἐν τῇ Νεμέᾳ πεποίηκε, τὸν δὲ Ἀλκιμέδοντα Ὀλυμπιονίκην ἐν τῷ Κρονίῳ λόφῳ.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.