a.
ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θ᾿ ὁμοῖα: τὰ γὰρ ὑπ᾿ αὐτῶν δημιουργούμενα καὶ ἐργαζόμενα τοιαῦτα καὶ ὀφθῆναι ἐπὶ τῆς γῆς οἷα καὶ αὐτὰ τὰ ἔμψυχα κινούμενα. ἄριστοι γὰρ περὶ τὴν τῶν ἀνδριάντων κατασκευὴν οἱ Ῥόδιοι. αὐτοὶ γὰρ πρῶτοι οἱ Ῥόδιοι τὴν τῶν ἀνδριάντων ἐξεῦρον δημιουργίαν, τὸ πρότερον οὐχ οὕτω τιμωμένων. Ἀρίσταρχος δὲ τὰ κατὰ Δαίδαλον αὐτόν φησι μεταφέρειν νῦν ἐπὶ τῶν κατὰ τὴν Ῥόδον τεχνιτῶν, ὅτι τοιαῦτα κατεσκεύαζον ἔργα. | Πολέμων 2 (FHG III, 146) μὲν γάρ φησι παρὰ Χίοις μὲν τὸν Διόνυσον δεδέσθαι, καὶ παρ᾿ Ἐρυθραίοις δὲ τὸ ἕδος τῆς Ἀρτέμιδος, καὶ ὅλως πολὺν κατεσπάρθαι λόγον περὶ τῶν ἀγαλμάτων ὡς μὴ μενόντων, ἀλλὰ πορευμένων ἄλλοσε πολλάκις.c.
κέλευθοι δὲ νῦν τὰ ἐν τῇ πόλει ἄμφοδα.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.