a.
ἐν δ᾿ ἀρετάν: περιποιεῖ ἀρετὴν καὶ χαρὰν ἡ ἐκτὸς προμηθείας αἰδώς· οἷον εἴ τις ἐκ τοῦ προμηθεῖσθαι τὴν αἰδῶ μεταποιεῖται, τούτῳ ἀκολουθεῖ χαρὰ καὶ ἀρετή· ὡς τῶν προσκοπουμένων μηδὲν ἐχόντων.b.
ὁ δὲ λόγος· οἱ τὴν προμήθειαν ἐπιστρεφόμενοι περί τινος καὶ προλαμβάνοντες τὸ ἐσόμενον διὰ τὸ προβουλεύσασθαι τοῦτο πράττουσι κατ᾿ ἐκτροπὴν καὶ ὕστερον χαίρουσι τοῦτο προβουλευσάμενοι.c.
ἔνιοι δὲ ἀναγινώσκουσι περισπωμένως αἰδῶς, τῆς αἰδοῦς.d.
ἐν δ᾿ ἀρετὰν ἔβαλεν: δύναται ὁ λόγος γνωμικὸς εἶναι· ἔχει δὲ τὸ σαφὲς οὕτως· ἐπέβαλε δὲ ἀρετὴν καὶ ἡδονὴν τοῖς ἀνθρώποις ἡ περὶ τὰ πράγματα πρόγνωσις.e.
ὃ δέ φησι, τοιοῦτόν ἐστιν· οἱ περὶ τῶν μελλόντων πραγμάτων τὸ δέον προσκοπήσαντες καὶ τοῦτο προδιαθέντες, οὗτοι εἰς ἀρετὴν καὶ ἡδονὴν ἔρχονται.f.
ἔνιοι δὲ οὕτως ἐνόησαν· ἐκ δὲ ταύτης τῆς αἰτίας καὶ αἰδὼς ἡ ὑπάρξασα εἰς τὴν θεὸν ἡ ἐκ τῆς προμηθείας καὶ τῆς προγνώσεως χαρὰν αὐτοῖς καὶ εὐθυμίαν καὶ ἀρετὴν παρέσχεν.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.