a.
Λερναίας ἀπ᾿ ἀκτᾶς: τὴν Λέρνην οἱ μὲν λέγουσι 1 κρήνην, οἱ δὲ λοχμῶδες χωρίον· ἐνταῦθα δὲ καὶ Ὕδραν καταδεδυκέναι μυθολογοῦσι. Φερεκύδης δὲ καὶ πόλιν φησίν· οἱ δὲ ἐπίνειον Ἄργους, ἣ νῦν καλεῖται Λάμπεια.c.
ὁ δὲ νοῦς· εὐθῦναι τὴν ναῦν εἰς τὴν νῆσον τὴν Ῥόδον, ἐν ᾗ νήσῳ ὁ βασιλεὺς τῶν θεῶν Ζεὺς χρυσέαις σταγόσι τὴν πόλιν κατέβρεχε καὶ ἐπλουτοποίει τοὺς οἰκήτορας τῆς Ῥόδου.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.