a.
παρέπλαγξαν: αἱ γὰρ ταραχαὶ καὶ τὸν σοφὸν 1 παράγουσιν εἰς τὸ πρᾶξαί τι ἄτοπον.b.
μαντεύσατο δ᾿ ἐς θεὸν ἐλθών: ὡς οὖν 2 ἀπέκτεινεν ὁ Τληπόλεμος τὸν Λικύμνιον, φεύγων τὸ μύσος εἰς Δελφοὺς ἐλθὼν ἐμαντεύσατο ὅποι χρὴ τραπέσθαι. ὁ τοίνυν Ἀπόλλων ἔχρησεν αὐτῷ ὥστε ἀπὸ τῆς ἀκτῆς τῆς Λερναίας, τουτέστι τοῦ Ἄργους, ἰθύνειν καὶ ὁρμᾶν διὰ πλοίων ἐπὶ χώραν τῆς νήσου Ῥοδίων.Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.