a.
τὸ δ᾿ Ἀμυντορίδαι ματρόθεν: ἐναντίως τῷ ποιητῇ τὰ περὶ τῆς μητρὸς Τληπολέμου ἱστορεῖ ὁ Πίνδαρος. Ὅμηρος μὲν γὰρ αὐτὴν Ἀστυόχην ἀποκαλεῖ καὶ Ἄκτορος εἶναι θυγατέρα βούλεται ἐν οἷς φησιν (Β 658) · ὃν τέκεν 2 Ἀστυόχεια. | ἔοικε δὲ ὁ Πίνδαρος ἐντετυχηκέναι τῷ Ἀχαιῷ ἱστοριογράφῳ (FHG IV, 286) · ἐκεῖνος γὰρ οὕτως γενεαλογεῖ· Ὑπερόχης Εὐρύπυλος· οὗ Ὄρμενος· οὗ Φέρης· οὗ Ἀμύντωρ· οὗ Ἀστυδάμεια ἡ Τληπολέμου μήτηρ. καὶ αὐτὸς δὲ Ἀμύντωρ εἰς Δία τὸ γένος ἀνάγει· ἔνιοι δὲ καὶ υἱὸν Ἀμύντορα τοῦ Διὸς εἶναι λέγουσιν. 3b.
Ἀστυδαμείας: Ὅμηρος ταύτην Ἀστυόχην φησὶν, οὐκ Ἀστυδάμειαν. εἰκὸς δὲ τὸν Πίνδαρον ἀπαντῆσαι ταύτῃ τῇ γραφῇ (Β 658) ·Scholia in Pindarum Olympian Odes. Scholia in Pindarum. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.